§7.64.1τοῦτο τὸ κατηγόρημα πολλὴν ἐποίησε τὴν ἐπὶ θάτερα μεταβολήν.
这一指控引起了向另一方的巨大转变。
οἱ μὲν γὰρ ἐπιεικέστεροί τε καὶ σπουδάζοντες ὑπὲρ ἀφέσεως τοῦ ἀνδρὸς μαλακώτεροι τούτων ἀκούσαντες ἐγένοντο, τὸ δὲ κακόηθες ἅπαν, ὃ τοῦ δήμου πλεῖστον μέρος ἦν, ἐκ παντὸς ἀπολέσαι τὸν ἄνδρα δήπου προθυμούμενον, ἔτι μᾶλλον εἰς ταῦτʼ ἐπερρώσθη μεγάλης ἀφορμῆς καὶ φανερᾶς §7.64.2λαβόμενον.
因为那些较为温和、并极力争取释放该人的人,在听到这些话后态度软化下来;而整个心怀恶意的阶层——他们占了平民的绝大部分,本就渴望用尽一切手段毁灭该人——在抓住了这一巨大而显而易见的借口后,其意图更加得到了强化。
ἦν γὰρ ἀληθὴς ἡ τῶν λαφύρων διάδοσις, οὐ μὴν ἐκ προαιρέσεώς γε πονηρᾶς καὶ ἐπὶ κατασκευῇ τυραννίδος, ὡς ὁ Δέκιος ᾐτιᾶτο, γενομένη, ἀλλʼ ἀπὸ παντὸς τοῦ βελτίστου καὶ ἐπανορθώσεως ἕνεκα τῶν κατεχόντων τὰ κοινὰ κακῶν.
因为分发战利品固然是事实,但这并不是像德基乌斯所指责的那样,出于险恶的意图或是为了建立僭主统治,而是完全出于最善良的意愿,为了纠正那些困扰公共事务的弊端。
στασιάζοντος γὰρ ἔτι καὶ διεστηκότος ἀπὸ τῶν πατρικίων τοῦ πλήθους τότε καταφρονήσαντες οἱ πολέμιοι καταδρομὰς τῆς χώρας ἐποιοῦντο καὶ λεηλασίας συνεχεῖς· καὶ ὁπότε δόξειε τῇ βουλῇ τὴν κωλύσουσαν ταῦτα δύναμιν ἐξελθεῖν, οὐδεὶς ἐξῄει τῶν δημοτῶν, ἀλλʼ ἐπέχαιρόν τε καὶ περιεώρων τὰ γινόμενα· ἡ δὲ τῶν πατρικίων χεὶρ οὐκ ἦν καθʼ §7.64.3ἑαυτὴν ἀξιόμαχος.
因为当时平民仍在造反,与贵族处于分裂状态,敌人便轻视他们,不断对该地区进行侵袭和掠夺;每当元老院决定派出一支军队去阻止这些行为时,平民中没有一个人愿意出征,反而幸灾乐祸地冷眼旁观;而贵族的自身力量并不足以应付战争。
τοῦτο καταμαθὼν ὁ Μάρκιος ὑπέσχετο τοῖς ὑπάτοις, ἐὰν ἐπιτρέψωσιν αὐτῷ τὴν ἡγεμονίαν, στρατιὰν ἄξειν ἑκούσιον ἐπὶ τοὺς πολεμίους καὶ δίκην λήψεσθαι παρʼ αὐτῶν ἐν τάχει.
马尔基乌斯察觉到这一点,便向执政官承诺,如果他们把指挥权交给他,他将带领一支自愿军去迎击敌人,并迅速对他们施以惩罚。
λαβὼν δὲ τὴν ἐξουσίαν συνεκάλει τούς τε πελάτας καὶ τοὺς φίλους καὶ τῶν ἄλλων πολιτῶν οἷς ἦν βουλομένοις ἀπολαῦσαί τι τῆς τοῦ στρατηγοῦ τύχης κατὰ τὰ πολέμια καὶ ἀρετῆς.
在获得授权后,他召集了他的被保护民和朋友,以及其他那些渴望从将军在战争中的好运和勇武中分享利益的公民。
ὡς δʼ αὐτῷ χεὶρ ἀξιόμαχος ἐδόκει συνεληλυθέναι, προῆγεν ἐπὶ τοὺς πολεμίους οὐθέν πω προειδότας.
当他认为已经聚集了足够交战的力量时,便率军向尚未察觉的敌人进发。
§7.64.4ἐμβαλὼν δʼ εἰς χώραν πολλῶν ἀγαθῶν μεστὴν γενόμενος ἀφθόνου λείας κύριος ἐφῆκε τοῖς στρατιώταις ἅπαντα τὰ ληφθέντα διανείμασθαι, ἵνʼ οἱ μὲν συναράμενοι τοῦ ἔργου τὸν τῶν πόνων καρπὸν κομισάμενοι προθύμως ἐπὶ τὰς ἄλλας στρατείας ἀπαντῶσιν· οἱ δʼ ἀποκνήσαντες ἐνθυμηθέντες, ὅσων ἀγαθῶν αὐτοῖς ἐξὸν μεταλαβεῖν, διὰ τὸ στασιάζειν ἀπεκωλύθησαν εἰς τὰς λοιπὰς ἐξόδους γένωνται φρονιμώτεροι.
在侵入一片充满丰饶物资的土地并占有了大量战利品后,他允许士兵们分发所有夺得的财物,以便那些参与此项事业的人在获得辛劳的果实后,能热切地响应其他的征战;而那些退缩未去的人,在想到自己本可以分享多少财物,却因为内讧而被阻碍时,能在未来的出征中变得更加理智。
§7.64.5διάνοια μὲν τοῦ ἀνδρὸς ἥδε ἐγένετο περὶ τὸ ἔργον· χόλῳ δʼ ὑπούλῳ καὶ φθόνῳ δυσμενῶν αὐτὴ καθʼ αὑτὴν ἡ πρᾶξις ἐξεταζομένη δημαγωγία τις ἐφαίνετο εἶναι καὶ δεκασμὸς τυραννικός.
关于这一行为,该人的意图本是如此;但在对手们隐秘的愤怒和嫉妒之下,这一行为本身在审视中却显得像是一种蛊惑人心的手段和僭主的收买。
ὥστε βοῆς καὶ θορύβου πᾶσα ἦν ἀνάπλεως ἡ ἀγορά, καὶ οὔθʼ ὁ Μάρκιος πρὸς ταῦτʼ εἶχεν, ὅ τι ἀπολογήσαιτο, οὔθʼ ὁ ὕπατος οὔτʼ ἄλλος οὐδείς, οἷα δὴ παραδόξου καὶ ἀπροσδοκήτου φανείσης ἐπὶ σφίσι τῆς αἰτίας.
结果,整个广场充满了叫喊和混乱,马尔基乌斯对此不知该如何辩护,执政官和任何其他人也同样如此,因为这一指控对他们来说显得如此荒谬而意想不到。
§7.64.6ἐπειδὴ δʼ οὐδεὶς οὐκέτι ἀπελογεῖτο, ἀνέδωκαν οἱ δήμαρχοι τὴν ψῆφον ταῖς φυλαῖς τίμημα ἐπιγράψαντες τῇ δίκῃ φυγὴν ἀίδιον, κατὰ δέος, οἶμαι, τοῦ μὴ ἂν ἁλῶναι τὸν ἄνδρα θανάτου.
既然不再有人进行辩护,护民官们便把表决权交给了各部族,并在诉讼中写明刑罚为终身流放,我想,这是因为担心该人可能不会被判处死刑。
ὡς δʼ ἐπεψήφισαν ἅπαντες, διαριθμουμένων τῶν ψήφων οὐ μέγα τὸ διάλλαγμα ἐφάνη.
当所有部族都投票完毕,票数计算出来时,差距显得并不大。
μιᾶς γὰρ καὶ εἴκοσι τότε φυλῶν οὐσῶν, οἷς ἡ ψῆφος ἀνεδόθη, τὰς ἀπολυούσας φυλὰς ἔσχεν ὁ Μάρκιος ἐννέα· ὥστʼ εἰ δύο προσῆλθον αὐτῷ φυλαί, διὰ τὴν ἰσοψηφίαν ἀπελέλυτʼ ἄν, ὥσπερ ὁ νόμος ἠξίου.
因为在当时接受表决的二十一个部族中,马尔基乌斯获得了九个部族的无罪票;因此,如果再有两个部族支持他,他就会因为赞成与反对票数相等而获得无罪释放,正如法律所规定的那样。