§7.63.1τοῦτο καταμαθὼν ὁ Δέκιος ἐκεῖνος, ὁ καὶ τοὺς ἐν τῇ βουλῇ ποιησάμενος λόγους καὶ τὸ προβούλευμα περὶ τῆς δίκης γραφῆναι παρασκευάσας, ἀνέστη καὶ σιωπὴν γενέσθαι κελεύσας ἔλεξεν·
あのデキウスは、これを察知して、――彼はまた元老院で演説を行い、この裁判に関する元老院決議を起草させるように手配した人物であるが――起立し、静粛にするよう命じて言った。
ἐπειδή, ὦ δημόται, τῶν ἐν τῇ βουλῇ λεχθέντων ὑπὸ Μαρκίου λόγων, καὶ τῶν διὰ τούτους ἀκολουθησάντων ἔργων βιαίων τε καὶ ὑπερηφάνων ἀπολύουσιν αὐτὸν οἱ πατρίκιοι καὶ οὐδʼ ἡμῖν ἐπιτρέπουσι κατηγορεῖν, ἀκούσατε, οἷον ὑμῖν ἔργον ἕτερον ἔξω τῶν λόγων ὁ γενναῖος οὗτος ἀνὴρ τυγχάνει διαπεπραγμένος, ὡς αὔθαδες καὶ τυραννικόν, καὶ οἷον ὑμῶν κατέλυσε νόμον αὐτὸς ἰδιώτης ὢν μάθετε.
「市民の皆さん、元老院においてマルキウスによって語られた言葉や、それらによって引き起こされた暴力的かつ傲慢な行為について、貴族たちが彼を無罪放免し、私たちに告発することさえ許さないのであるから、この高貴な男がそれらの言葉とは別に、どれほど傲慢で僭主的な他の行為をしでかしたか、お聞きなさい。 そして、彼自身が私人の身でありながら、あなたがたのいかなる法律を破ったかを知りなさい。
§7.63.2ἴστε δήπου πάντες, ὅτι τὰ ἐκ τῶν πολέμων λάφυρα, ὅσων ἂν ἡμῖν ὑπάρχῃ τυχεῖν διʼ ἀρετήν, δημόσια εἶναι κελεύει ὁ νόμος, καὶ τούτων οὐχ ὅπως τις ἰδιώτης γίνεται κύριος, ἀλλʼ οὐδʼ αὐτὸς ὁ τῆς δυνάμεως ἡγεμών·
」「あなたがたは皆、戦利品は、私たちが勇気によって獲得しうるすべてのものが公有となるべきことを法律が命じており、これらについては、いかなる私人だけでなく、軍隊の指揮官自身でさえ支配権を持たないことを、おそらく知っている。
ὁ δὲ ταμίας αὐτὰ παραλαβὼν ἀπεμπολᾷ καὶ εἰς τὸ δημόσιον ἀναφέρει τὰ χρήματα·
財務官がそれらを受け取って売却し、その代金を国庫に納めるのである。
καὶ τοῦτον τὸν νόμον, ἐξ οὗ τήνδε οἰκοῦμεν τὴν πόλιν, οὐχ ὅπως κατέλυσέ τις, ἀλλʼ οὐδʼ ᾐτιάσατο μὴ οὐχὶ καλῶς ἔχειν·
そして、私たちがこの都市に住み始めて以来、この法律を、誰一人として廃止したことがないだけでなく、それが良くないものであると非難した者さえいない。
ἀλλʼ οὗτος ὁ Μάρκιος πρῶτος καὶ μόνος ὑπεριδὼν αὐτοῦ κειμένου καὶ κυρίου ὄντος ἠξίωσε σφετερίσασθαι τὰ κοινὰ ἡμῶν, ὦ δημόται, λάφυρα, πέρυσι καὶ οὐ πάλαι.
しかし、このマルキウスは、法律が制定され有効であるにもかかわらず、それを無視した最初で唯一の者であり、市民の皆さん、昨年、それほど昔のことではないが、私たちの共有の戦利品を横領しようとしたのである。
§7.63.3ποιησαμένων γὰρ ὑμῶν καταδρομὴν τῆς Ἀντιατῶν γῆς καὶ πολλὰ μὲν σώματα, πολλὰ δὲ βοσκήματα, πολὺν δὲ σῖτον, πολλὰ δʼ ἄλλα χρήματα περιβαλομένων οὔτε τῷ ταμίᾳ ταῦτʼ ἀπέδειξεν οὔτʼ αὐτὸς ἀποδόμενος εἰς τὸ δημόσιον ἀνήνεγκε τὸ ἀργύριον, ἀλλὰ διένειμε καὶ κατεχαρίσατο τοῖς ἑαυτοῦ φίλοις ἅπασαν τὴν λείαν·
」「というのも、あなたがたがアンティウム人の土地へ略奪を行い、多くの捕虜、多くの家畜、多くの穀物、そして多くの他の財産を手に入れたとき、彼はこれらを財務官に引き渡すこともせず、また自ら売却して国庫にその金を納めることもせず、その戦利品のすべてを自分の友人たちに分配し、施したからである。
τοῦτο δὴ τυραννίδος τεκμήριον εἶναι φημὶ τὸ ἔργον·
まさにこの行為こそ、僭主政治の証拠であると私は主張する。
πῶς γὰρ οὔ;
どうしてそうではないことがあろうか。
ὃς τοὺς ἑαυτοῦ κόλακάς τε καὶ σωματοφύλακας καὶ τῆς μελλούσης τυραννίδος συνεργοὺς ἐκ τῶν δημοσίων εὐηργέτει χρημάτων·
彼は公金を用いて、自分の取り巻きや護衛兵、そして将来の僭主政治の協力者たちに恩恵を与えたのだから。
§7.63.4καὶ νόμου κατάλυσιν εἶναι φανερὰν ταύτην λέγω.
」「そして、私はこれが明白な違法行為であると言う。
δυεῖν δὴ θάτερον ἀποφηνάτω παρελθὼν Μάρκιος, ἢ ὡς οὐ διένειμε τὰ λάφυρα τοῖς ἑαυτοῦ φίλοις, ἃ ἔλαβεν ἐκ τῆς πολεμίας, ἢ ὡς ταῦτα ποιῶν οὐ καταλύει τοὺς νόμους·
マルキウスは前に進み出て、二つのうちどちらか一方を示さねばならない。 すなわち、彼が敵国から得た戦利品を自分の友人たちに分配しなかったということか、あるいは、このようなことを行っても法律を破ってはいないということか。
ὧν οὐδέτερον ἕξει πρὸς ὑμᾶς εἰπεῖν.
しかし、彼はあなたがたに対してそのどちらも言うことはできないだろう。
αὐτοὶ γὰρ ἀμφότερα ἴστε, καὶ τὸν νόμον καὶ τὸ ἔργον, καὶ οὐκ ἔνεσθʼ ὑμῖν ἀποψηφισαμένοις αὐτοῦ τὰ δίκαια καὶ τὰ εὔορκα δοκεῖν ἐγνωκέναι.
なぜなら、あなたがた自身がその両方、すなわち法律と行為の双方を知おり、彼を無罪放免するならば、正義や誓いにかなった判断を下したと思われることは不可能だからである。
ἐάσας δὴ τοὺς στεφάνους καὶ τὰ ἀριστεῖα καὶ τὰ τραύματα καὶ τὴν ἄλλην τερατείαν πρὸς ταῦτα λέγε, ὦ Μάρκιε·
それゆえ、マルキウスよ、冠や勲章や傷やその他の大げさな見せかけは脇に置いて、これらの点について弁明せよ。
παραδίδωμι γὰρ ἤδη σοὶ τὸν λόγον.
私は今、あなたに発言権を譲る。 」