§7.62.1ὡς δὲ παρέλαβεν ὁ Μάρκιος τὸν λόγον, ἀρξάμενος ἄνωθεν ἀπὸ τῆς πρώτης ἡλικίας διῆλθεν, ὅσας ἐστρατευμένος ἦν ὑπὲρ τῆς πόλεως στρατείας, καὶ ὅσους εἰληφὼς ἐπινικίους παρὰ τῶν στρατηγῶν στεφάνους πολεμίων τε τοὺς ληφθέντας αἰχμαλώτους ὑπʼ αὐτοῦ καὶ πολιτῶν τοὺς διασωθέντας ἐν τοῖς ἀγῶσι·
マルキウスが発言を引き継ぐと、若い頃から順を追って、彼が国家のためにどれほど多くの遠征に従軍したか、そして将軍たちからどれほど多くの勝利の冠を受け取ったか、また敵のうち彼によって捕虜とされた者たちや、戦闘において救い出された市民たちについて語り尽くした。
καὶ παρʼ ἕκαστον τῶν λεγομένων τά τʼ ἀριστεῖα ἐπεδείκνυτο καὶ τοὺς στρατηγοὺς μάρτυρας παρείχετο καὶ τῶν πολιτῶν τοὺς διασωθέντας ἐξ ὀνόματος ἐκάλει.
そして、語られる事柄のそれぞれにおいて恩賞を示し、将軍たちを証人として立て、救い出された市民たちの名前を呼んだ。
§7.62.2οἱ δὲ παρῄεσαν ὀλοφυρόμενοι καὶ δεόμενοι τῶν πολιτῶν, μὴ τὸν αἴτιον σφίσι τῆς σωτηρίας ὡς πολέμιον ἀπολέσαι, μίαν τʼ ἀντὶ πολλῶν ψυχὴν αἰτούμενοι καὶ παραδιδόντες ἑαυτοὺς ἀντʼ ἐκείνου χρῆσθαι, ὅ τι βούλονται.
すると彼らは嘆き、かつ市民たちに懇願しながら進み出て、自分たちの救済の恩人を敵として破滅させないようにと求め、多くの命の代わりに一つの命を懇願し、彼の代わりに自分たちを引き渡して、好きなように扱ってくれと求めた。
ἦσαν δʼ οἱ πλείους αὐτῶν ἐκ τοῦ δημοτικοῦ γένους καὶ πολλὰ τῷ κοινῷ χρήσιμοι·
彼らの大部分は平民階級の出身であり、国家にとって大いに有益な人々であった。
ὧν τάς τʼ ὄψεις καὶ τὰς δεήσεις διʼ αἰσχύνης ὁ δῆμος λαμβάνων εἰς οἴκτους καὶ δάκρυα ἐτράπετο.
彼らの姿と懇願を前にして、民衆は恥じ入り、同情と涙にくれた。
§7.62.3ὡς δὲ καὶ τὴν ἐσθῆτα ὁ Μάρκιος περιρρηξάμενος ἐπεδείξατο τὰ στέρνα τραυμάτων μεστὰ καὶ πᾶν ἄλλο μέρος τοῦ σώματος ἀνάπλεων τῶν πληγῶν, καὶ ἐπύθετο, εἰ τῶν αὐτῶν ἀνθρώπων ἔργα εἶναι νομίζουσι σώζειν μὲν ἐκ τῶν πολέμων τοὺς πολίτας, ἀπολλύναι δὲ τοὺς σωθέντας ἐν εἰρήνῃ· καὶ εἰ τυραννίδα κατασκευαζόμενός τις τὸ δημοτικὸν ἐλαύνει μέρος ἐκ πόλεως, ὑφʼ οὗ μάλιστʼ αὔξεταί τε καὶ τρέφεται τυραννίς·
さらに、マルキウスが衣服を裂いて傷だらけの胸と体の他のすべての部分が打撃に満ちていることを示し、戦争において市民を救うことと、平和な時に救われた人々を破滅させることが、同じ人々のなすべき業であると彼らが考えているのか、また、僭主政治を確立しようとしている者が、それによって最も僭主政治が増大し養われるところの平民を国家から追い出すものだろうか、と尋ねた。
ἔτι δʼ αὐτοῦ λέγοντος ὅσον μὲν ἦν τοῦ δημοτικοῦ μέρους ἐπιεικὲς καὶ φιλόχρηστον ἀπολύειν ἐβόα τὸν ἄνδρα, καὶ διʼ αἰσχύνης ἐλάμβανεν, εἰ καὶ δίκην ὑπεῖχε τὴν ἀρχὴν περὶ τοιαύτης αἰτίας ἀνὴρ τοσαυτάκις ὑπεριδὼν τῆς ἑαυτοῦ ψυχῆς ἕνεκα τῆς ἁπάντων φυλακῆς.
彼がまだ語っているうちに、平民のうち穏健で善良な人々はみな、その男を無罪にせよと叫び、皆を保護するために何度も自分自身の命を顧みなかった男が、そもそもこのような容疑で裁判にかけられていること自体を恥じた。
§7.62.4ὅσοι δʼ ἦσαν φύσει βάσκανοι καὶ μισόχρηστοι καὶ πρὸς πᾶσαν εὐκίνητοι στάσιν, ἤχθοντο μὲν ἀπολύειν τὸν ἄνδρα μέλλοντες, οὐκ εἶχον δʼ, ὅ τι ἂν ἄλλο ποιῶσι διὰ τὸ μηδεμίαν εὑρίσκειν ἀφορμὴν τυραννίδος ἐπιθέσεως φαινομένην, ὑπὲρ ἧς τὰς ψήφους ἀνειλήφεσαν.
他方、生まれつき悪意に満ち、善良なものを憎み、あらゆる内乱へと煽られやすい者たちは、その男を無罪にせざるを得ないことに腹を立てていたが、彼らが投票を受け取った理由であるところの、僭主政治への企ての明白な口実が何一つ見いだせなかったため、他にどうしようもなかった。