§7.63.1τοῦτο καταμαθὼν ὁ Δέκιος ἐκεῖνος, ὁ καὶ τοὺς ἐν τῇ βουλῇ ποιησάμενος λόγους καὶ τὸ προβούλευμα περὶ τῆς δίκης γραφῆναι παρασκευάσας, ἀνέστη καὶ σιωπὴν γενέσθαι κελεύσας ἔλεξεν· ἐπειδή, ὦ δημόται, τῶν ἐν τῇ βουλῇ λεχθέντων ὑπὸ Μαρκίου λόγων, καὶ τῶν διὰ τούτους ἀκολουθησάντων ἔργων βιαίων τε καὶ ὑπερηφάνων ἀπολύουσιν αὐτὸν οἱ πατρίκιοι καὶ οὐδʼ ἡμῖν ἐπιτρέπουσι κατηγορεῖν, ἀκούσατε, οἷον ὑμῖν ἔργον ἕτερον ἔξω τῶν λόγων ὁ γενναῖος οὗτος ἀνὴρ τυγχάνει διαπεπραγμένος, ὡς αὔθαδες καὶ τυραννικόν, καὶ οἷον ὑμῶν κατέλυσε νόμον αὐτὸς ἰδιώτης ὢν μάθετε.
那个德基乌斯——他曾在元老院发表过演讲,并安排起草了关于审判的决议案——察觉到这一点后站了起来,命令大家安静,然后说道:“公民们,既然贵族们对马尔基乌斯在元老院发表的言论,以及由于这些言论而产生的暴力和傲慢行为给予了免诉,甚至不允许我们提出指控,那么请听一听,这位高贵的男子在言论之外还犯下了怎样一件狂妄而僭主的勾当,并了解一下他自己作为一个普通私人,是如何废除你们的法律的。
§7.63.2ἴστε δήπου πάντες, ὅτι τὰ ἐκ τῶν πολέμων λάφυρα, ὅσων ἂν ἡμῖν ὑπάρχῃ τυχεῖν διʼ ἀρετήν, δημόσια εἶναι κελεύει ὁ νόμος, καὶ τούτων οὐχ ὅπως τις ἰδιώτης γίνεται κύριος, ἀλλʼ οὐδʼ αὐτὸς ὁ τῆς δυνάμεως ἡγεμών· ὁ δὲ ταμίας αὐτὰ παραλαβὼν ἀπεμπολᾷ καὶ εἰς τὸ δημόσιον ἀναφέρει τὰ χρήματα·
” “你们想必大家都知道,法律规定,我们在战争中凭英勇获得的战利品,都应当归公众所有,而且不仅任何普通私人不得支配这些战利品,甚至连军队的统帅本人也不得支配;而是由财务官接收并变卖,将资金缴入国库。
καὶ τοῦτον τὸν νόμον, ἐξ οὗ τήνδε οἰκοῦμεν τὴν πόλιν, οὐχ ὅπως κατέλυσέ τις, ἀλλʼ οὐδʼ ᾐτιάσατο μὴ οὐχὶ καλῶς ἔχειν·
而这项法律,自我们居住在这座城市以来,不仅从未有人废除过,甚至从未有人指责它不够完善。
ἀλλʼ οὗτος ὁ Μάρκιος πρῶτος καὶ μόνος ὑπεριδὼν αὐτοῦ κειμένου καὶ κυρίου ὄντος ἠξίωσε σφετερίσασθαι τὰ κοινὰ ἡμῶν, ὦ δημόται, λάφυρα, πέρυσι καὶ οὐ πάλαι.
然而,这位马尔基乌斯却是第一个也是唯一一个无视这项已确立且有效的法律的人,他公然企图据我们共同的战利品为己有,公民们,就在去年,没过多久。
§7.63.3ποιησαμένων γὰρ ὑμῶν καταδρομὴν τῆς Ἀντιατῶν γῆς καὶ πολλὰ μὲν σώματα, πολλὰ δὲ βοσκήματα, πολὺν δὲ σῖτον, πολλὰ δʼ ἄλλα χρήματα περιβαλομένων οὔτε τῷ ταμίᾳ ταῦτʼ ἀπέδειξεν οὔτʼ αὐτὸς ἀποδόμενος εἰς τὸ δημόσιον ἀνήνεγκε τὸ ἀργύριον, ἀλλὰ διένειμε καὶ κατεχαρίσατο τοῖς ἑαυτοῦ φίλοις ἅπασαν τὴν λείαν·
” “因为当你们对安提乌姆人的土地进行袭击,并掠夺了许多人丁、许多牲畜、许多粮食以及许多其他财物时,他既没有将这些财物移交给财务官,也没有自己变卖后将资金缴入国库,而是将所有的战利品都分发并赠送给了他自己的朋友。
τοῦτο δὴ τυραννίδος τεκμήριον εἶναι φημὶ τὸ ἔργον·
我断言,这一行为正是僭主政治的铁证。
πῶς γὰρ οὔ;
怎么会不是呢?
ὃς τοὺς ἑαυτοῦ κόλακάς τε καὶ σωματοφύλακας καὶ τῆς μελλούσης τυραννίδος συνεργοὺς ἐκ τῶν δημοσίων εὐηργέτει χρημάτων·
他用公共资产来恩惠他自己的谄媚者、保镖,以及他未来僭主统治的帮凶。
§7.63.4καὶ νόμου κατάλυσιν εἶναι φανερὰν ταύτην λέγω.
” “我坚称这就是明显的违法行为。
δυεῖν δὴ θάτερον ἀποφηνάτω παρελθὼν Μάρκιος, ἢ ὡς οὐ διένειμε τὰ λάφυρα τοῖς ἑαυτοῦ φίλοις, ἃ ἔλαβεν ἐκ τῆς πολεμίας, ἢ ὡς ταῦτα ποιῶν οὐ καταλύει τοὺς νόμους·
让马尔基乌斯走上前来,在两件事中证明其一:要么他没有把从敌国夺取的战利品分发给他的朋友,要么他这样做并没有违反法律。
ὧν οὐδέτερον ἕξει πρὸς ὑμᾶς εἰπεῖν.
这两点他都无法对你们说。
αὐτοὶ γὰρ ἀμφότερα ἴστε, καὶ τὸν νόμον καὶ τὸ ἔργον, καὶ οὐκ ἔνεσθʼ ὑμῖν ἀποψηφισαμένοις αὐτοῦ τὰ δίκαια καὶ τὰ εὔορκα δοκεῖν ἐγνωκέναι.
因为你们自己对这两者都一清二楚,无论是法律还是他的所作所为,如果你们宣告他无罪,你们就不可能显得做出了公正且合乎誓言的判决。
ἐάσας δὴ τοὺς στεφάνους καὶ τὰ ἀριστεῖα καὶ τὰ τραύματα καὶ τὴν ἄλλην τερατείαν πρὸς ταῦτα λέγε, ὦ Μάρκιε·
因此,马尔基乌斯,抛开那些冠冕、英勇奖赏、伤口和其它的花招,针对这些问题进行说明吧;因为我现在就把发言权交给你。
παραδίδωμι γὰρ ἤδη σοὶ τὸν λόγον.
”