Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §7.62.1-7.62.4

马尔基乌斯陈述军功与民众的同情

第 565 段,共 962 段 · 希腊语

内容简介

马尔基乌斯通过展示自己的军功和所拯救的公民来进行申辩,许多平民深受感动并要求释放他,而心怀恶意的人虽感恼火,但因找不到罪证而无能为力。

§7.62.1ὡς δὲ παρέλαβεν ὁ Μάρκιος τὸν λόγον, ἀρξάμενος ἄνωθεν ἀπὸ τῆς πρώτης ἡλικίας διῆλθεν, ὅσας ἐστρατευμένος ἦν ὑπὲρ τῆς πόλεως στρατείας, καὶ ὅσους εἰληφὼς ἐπινικίους παρὰ τῶν στρατηγῶν στεφάνους πολεμίων τε τοὺς ληφθέντας αἰχμαλώτους ὑπʼ αὐτοῦ καὶ πολιτῶν τοὺς διασωθέντας ἐν τοῖς ἀγῶσι·
当马尔基乌斯接过发言权时,他从他最早的年轻时代开始顺次叙述了,他为国家服役了多少次战役,从将军们那里获得了多少胜利的冠冕,以及被他俘获的敌方俘虏,和在战斗中被救出来的公民们。
καὶ παρʼ ἕκαστον τῶν λεγομένων τά τʼ ἀριστεῖα ἐπεδείκνυτο καὶ τοὺς στρατηγοὺς μάρτυρας παρείχετο καὶ τῶν πολιτῶν τοὺς διασωθέντας ἐξ ὀνόματος ἐκάλει.
在所提到的每一件事上,他都展示了自己的英勇奖赏,请出将军们作为证人,并指名道姓地呼唤那些被救出来的公民。
§7.62.2οἱ δὲ παρῄεσαν ὀλοφυρόμενοι καὶ δεόμενοι τῶν πολιτῶν, μὴ τὸν αἴτιον σφίσι τῆς σωτηρίας ὡς πολέμιον ἀπολέσαι, μίαν τʼ ἀντὶ πολλῶν ψυχὴν αἰτούμενοι καὶ παραδιδόντες ἑαυτοὺς ἀντʼ ἐκείνου χρῆσθαι, ὅ τι βούλονται.
于是那些人走上前,痛哭着并哀求公民们,不要把拯救他们的恩人当作敌人来毁灭,请求用一个生命来换取许多人的生命,并献出自己来代替他,任凭他们处置。
ἦσαν δʼ οἱ πλείους αὐτῶν ἐκ τοῦ δημοτικοῦ γένους καὶ πολλὰ τῷ κοινῷ χρήσιμοι·
他们中大多数人出身于平民阶层,对国家大有益处。
ὧν τάς τʼ ὄψεις καὶ τὰς δεήσεις διʼ αἰσχύνης ὁ δῆμος λαμβάνων εἰς οἴκτους καὶ δάκρυα ἐτράπετο.
看到这些人并听到他们的哀求,平民感到羞愧,转而同情并流下眼泪。
§7.62.3ὡς δὲ καὶ τὴν ἐσθῆτα ὁ Μάρκιος περιρρηξάμενος ἐπεδείξατο τὰ στέρνα τραυμάτων μεστὰ καὶ πᾶν ἄλλο μέρος τοῦ σώματος ἀνάπλεων τῶν πληγῶν, καὶ ἐπύθετο, εἰ τῶν αὐτῶν ἀνθρώπων ἔργα εἶναι νομίζουσι σώζειν μὲν ἐκ τῶν πολέμων τοὺς πολίτας, ἀπολλύναι δὲ τοὺς σωθέντας ἐν εἰρήνῃ· καὶ εἰ τυραννίδα κατασκευαζόμενός τις τὸ δημοτικὸν ἐλαύνει μέρος ἐκ πόλεως, ὑφʼ οὗ μάλιστʼ αὔξεταί τε καὶ τρέφεται τυραννίς·
此外,当马尔基乌斯撕开衣服,展示了满是伤痕的胸膛和身上所有其他遍布伤痕的部位,并询问他们是否认为,在战争中拯救公民,却在和平时期毁灭被拯救的人,是同一些人的所作所为;以及一个企图建立僭主政治的人是否会驱逐平民部分,而这平民部分正是僭主政治最赖以壮大和供养的。
ἔτι δʼ αὐτοῦ λέγοντος ὅσον μὲν ἦν τοῦ δημοτικοῦ μέρους ἐπιεικὲς καὶ φιλόχρηστον ἀπολύειν ἐβόα τὸν ἄνδρα, καὶ διʼ αἰσχύνης ἐλάμβανεν, εἰ καὶ δίκην ὑπεῖχε τὴν ἀρχὴν περὶ τοιαύτης αἰτίας ἀνὴρ τοσαυτάκις ὑπεριδὼν τῆς ἑαυτοῦ ψυχῆς ἕνεκα τῆς ἁπάντων φυλακῆς.
在他还在说话的时候,平民中所有温和善良的人都大喊着要释放那个人,并感到羞愧,因为这样一个为了保护所有人而屡次置自身生命于不顾的人,竟然会因这种指控而接受审判。
§7.62.4ὅσοι δʼ ἦσαν φύσει βάσκανοι καὶ μισόχρηστοι καὶ πρὸς πᾶσαν εὐκίνητοι στάσιν, ἤχθοντο μὲν ἀπολύειν τὸν ἄνδρα μέλλοντες, οὐκ εἶχον δʼ, ὅ τι ἂν ἄλλο ποιῶσι διὰ τὸ μηδεμίαν εὑρίσκειν ἀφορμὴν τυραννίδος ἐπιθέσεως φαινομένην, ὑπὲρ ἧς τὰς ψήφους ἀνειλήφεσαν.
然而,那些天性阴险、憎恨善良且极易被煽动进行各种内乱的人,虽然对于即将释放那个人感到恼火,但由于找不到任何明显的僭主企图的借口——这正是他们领取选票的依据——所以不知还能做什么。

词汇与语法注释

  1. 1458πολεμίων τε τοὺς ληφθέντας αἰχμαλώτους... — 关于动词 διῆλθεν(详细叙述)的宾语结构的注释。在前半部分的两个间接疑问句之后,后半部分将分词的名词性用法 τοὺς ληφθέντας(被俘虏者)和 τοὺς διασωθέντας(被救出者)作为直接宾语的名词短语并列。πολεμίων 和 πολιτῶν 分别是修饰这些分词的部分属格(“敌军中的……”、“公民中的……”)。
  2. 1458παραδιδόντες ἑαυτοὺς ἀντʼ ἐκείνου χρῆσθαι, ὅ τι βούλονται — 关于目的不定式 χρῆσθαι 的逻辑主语的注释。主句的分词是 παραδιδόντες ἑαυτού斯(献出自己),而 χρῆσθαι(处理/对待)的逻辑主语则是被哀求的对象“平民(审判者们)”。即“他们献出自己代替他,以便[平民们]可以任意处置他们”。
  3. 1459τὴν ἀρχήν — 关于副词性宾格 τὴν ἀρχήν 用法的注释。虽然它通常与否定句连用表示“根本(不)”,但在这里的肯定(条件)从句中,它表示“究竟”、“起初”或“根本”,用以强调由情感动词 διʼ αἰσχύνης ἐλάμβανεν 引导的 εἰ 从句(……这一事实)的内容。
  4. 1459οὐκ εἶχον δʼ, ὅ τι ἂν ἄλλο ποιῶσι — 关于与 οὐκ ἔχω(不知该怎么办)连用的熟虑虚拟语气(deliberative subjunctive)用法的注释。此处带有 ἄν 的虚拟语气 ποιῶσι 构成了一个间接疑问句(或关系从句),表达了可能性或潜在性:“他们不知道自己还能做什么”或“他们别无他法”。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §7.62.1-7.62.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.62.1-7.62.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。