Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §7.59.1-7.59.4

部族民会の初招集と兵員会との相違

561 / 962 箇所 · ギリシア語

要旨

マルキウスの裁判をめぐり、平民とパトリキの対立が激化する。護民官はローマ史上初めて部族ごとの投票による民会(トリブス民会)を招集し、従来の兵員会(ケントゥリア民会)による投票システムとの相違が語られる。

§7.59.1ὡς δὲ διεβοήθη ταῦτα, πολλὴ σπουδὴ καὶ παράταξις ἐγίνετο τῶν τε δημοτικῶν καὶ τῶν πατρικίων·
このことが広く知れ渡ると、平民とパトリキの双方の間に、多大な熱意と対抗の姿勢が生じた。
τῶν μὲν ὡς τιμωρησομένων τὸν αὐθαδέστατον, τῶν δʼ ἵνα μὴ γένοιτο ὑποχείριος τοῖς ἐχθροῖς ὡς ὑπὲρ τῆς ἀριστοκρατίας ἀγωνιζόμενος.
前者は、極めて不遜な者を罰するつもりであるとして、後者は、彼が貴族制のために戦う者として敵の手に落ちることのないようにと願ってのことであった。
ἐδόκει δὲ πᾶσα κινδυνεύεσθαι ἡ τοῦ βίου καὶ τῆς ἐλευθερίας δικαίωσις ἐν τῷ τότε ἀγῶνι ἀμφοτέροις.
そして双方にとって、当時のその争いにおいて、生命と自由についての自らの正当な主張のすべてが危険にさらされていると思われた。
ἐπιστάσης δὲ τῆς τρίτης ἀγορᾶς ὁ μὲν ἐκ τῶν ἀγρῶν ὄχλος, ὅσος οὔπω πρότερον, συνεληλυθὼς εἰς τὴν πόλιν ἕωθεν εὐθὺς κατεῖχε τὴν ἀγοράν·
第三の市の日が到来すると、かつてないほど多くの農村からの群衆が都市に集まり、夜明けからすぐに広場を占拠した。
οἱ δὲ δήμαρχοι συνεκάλουν τὸ πλῆθος ἐπὶ τὴν φυλέτιν ἐκκλησίαν, χωρία τῆς ἀγορᾶς περισχοινίσαντες, ἐν οἷς ἔμελλον αἱ φυλαὶ στήσεσθαι καθʼ αὑτάς.
一方、護民官たちは民衆を部族民会に招集し、広場の中に、各部族がそれぞれ単独で整列することになる区域をロープで囲った。
§7.59.2καὶ τότε πρῶτον ἐγένετο Ῥωμαίοις ἐκκλησία κατʼ ἀνδρὸς ψηφοφόρος πολλὰ ἐναντιουμένων τῶν πατρικίων, ἵνα μὴ τοῦτο γένηται, καὶ τὴν λοχῖτιν ἀξιούντων συνάγειν ἐκκλησίαν, ὥσπερ αὐτοῖς πάτριον ἦν.
そしてこの時初めて、パトリキたちが、このようなことが起きないようにと大いに反対し、彼らにとって祖先伝来の習慣であったように兵員会を招集することを求めたにもかかわらず、ローマ人にとって、個人を対象として投票を行う民会が開かれた。
ἐν γὰρ τοῖς πρότερον χρόνοις, ὅτε μέλλοι ψῆφον ἐπιφέρειν ὁ δῆμος ὑπὲρ ὁτουδήτινος ὧν ἐπιτρέψειεν ἡ βουλή, ἐκάλουν μὲν οἱ ὕπατοι τὴν λοχῖτιν ἐκκλησίαν, ἱερὰ πρότερον ἐπιτελέσαντες, ἃ νόμος αὐτοῖς ἐστι, καὶ μέχρι τοῦ καθʼ ἡμᾶς χρόνου τινὰ ἐξ αὐτῶν ἔτι γίνεται.
というのも、それ以前の時代においては、元老院が委ねた事柄のどれであれ、それについて民衆が投票を行うことになっている場合、執政官たちが、彼らにとって法である(そしてその一部は我々の時代に至るまで今なお行われている)儀式をあらかじめ執り行い、兵員会を招集していたからである。
§7.59.3συνῄει δὲ τὸ πλῆθος εἰς τὸ πρὸ τῆς πόλεως Ἄρειον πεδίον ὑπό τε λοχαγοῖς καὶ σημείοις τεταγμένον ὥσπερ ἐν πολέμῳ, ἐπέφερον δὲ τὴν ψῆφον οὐχ ἅπαντες ἀναλαβόντες, ἀλλὰ κατὰ τοὺς ἰδίους ἕκαστοι λόχους, ὁπότε κληθεῖεν ὑπὸ τῶν ὑπάτων.
民衆は、戦争における時のように、百人隊長たちの下で、また軍旗の下に整列して、都市の前にあるマールスの原に集まった。 そして彼らは、全員が投票用紙を受け取るのではなく、執政官たちによって呼び出された時に、各自の百人隊ごとに投票を行った。
ὄντων δὲ τῶν συμπάντων τριῶν καὶ ἐνενήκοντα καὶ ἑκατὸν λόχων καὶ τούτων εἰς ἓξ διῃρημένων συμμορίας πρώτη μὲν ἐκαλεῖτο συμμορία καὶ τὴν ψῆφον ἐπέφερεν ἡ τῶν ἐχόντων τὸ μέγιστον τίμημα τῆς οὐσίας καὶ τὴν πρώτην λαμβανόντων τάξιν ἐν πολέμοις·
百人隊の総数は193であり、これらが6つの階級に分割されていたが、第一の階級と呼ばれ、投票を行ったのは、最大の財産評価額を持ち、戦争において第一列に並ぶ人々であった。
ἐν οἷς ἦσαν ἱππέων μὲν ὀκτωκαίδεκα λόχοι, πεζῶν δʼ ὀγδοήκοντα.
この中には、騎兵18個百人隊、歩兵80個百人隊があった。
§7.59.4δευτέρα δʼ ἐψηφοφόρει συμμορία τῶν ὑποδεεστέρων τοῖς βίοις καὶ τὴν ὑποβεβηκυῖαν τάξιν ἐν ταῖς μάχαις καὶ ὁπλισμὸν οὐ τὸν αὐτὸν ἐχόντων τοῖς πρωτοστάταις, ἀλλʼ ἐλάττονα·
第二に投票を行った階級は、資力の劣る者たちであり、戦闘において一段下がった列に位置し、第一列の者たちと同じではなく、それよりも劣った武装を持つ人々であった。
τοῦτο δὲ τὸ πλῆθος εἰς εἴκοσι λόχους συντεταγμένον ἦν, προσέκειντο δʼ αὐτοῖς δύο ἶλαι τεκτόνων καὶ χαλκοτύπων καὶ ὅσοι ἄλλοι πολεμικῶν ἔργων ἦσαν χειροτέχναι.
この集団は20の百人隊に編成されており、彼らには、大工や鍛冶屋、その他戦争に関する工芸の職人である人々の2つの百人隊が加わっていた。
οἱ δʼ ἐν τῇ τρίτῃ συμμορίᾳ καλούμενοι λόχους μὲν ἐξεπλήρουν εἴκοσι, τίμημα δʼ εἶχον ἔλαττον τῶν δευτέρων καὶ τάξιν τὴν ἐπʼ ἐκείνοις καὶ ὅπλα οὐκ ἴσα τοῖς πρὸ
第三の階級に召集された人々は、20の百人隊を満たしており、第二の者たちよりも低い財産評価額を持ち、彼らの後ろの列に並び、その前にあるものと等しくない武装を持っていた。

語釈・文法注

  1. 1448τῶν μὲν ὡς τιμωρησομένων ... τῶν δʼ ἵνα μὴ γένοιτο — 前者の属格(τῶν μὲν)には未来分詞(ὡς τιμωρησομένων)が続く属格独立構文が用いられているのに対し、後者の属格(τῶν δʼ)には目的節(ἵνα μὴ γένοιτο)が直接接続する非対称な並置構造をとる。これは、前文の「熱意と対抗(σπουδὴ καὶ παράταξις)」における双方の異なる意図を簡潔に示す表現である。
  2. 1449πολλὰ ἐναντιουμένων τῶν πατρικίων — この属格独立構文(ἐναντιουμένων τῶν πατρικίων... καὶ... ἀξιούντων)は譲歩(〜であったにもかかわらず)を表し、パトリキ側の強い抵抗にもかかわらず新たな部族民会が強行された政治的緊張を示している。
  3. 1449ἐκκλησία κατʼ ἀνδρὸς ψηφοφόρος — 「個人についての投票を行う民会(トリブス民会)」という表現。'κατʼ ἀνδρός' は「特定の個人(マルキウス)の裁判のための」とも、あるいは従来の集団投票(ケントゥリア)に対し、部族ごとに「個々人の頭数(一票ずつ)で」集計する新しい投票形態を指すとも解釈できる。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §7.59.1-7.59.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.59.1-7.59.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。