Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §7.59.1-7.59.4

首次按部落召开民会与百人队体系的差异

第 561 段,共 962 段 · 希腊语

内容简介

围绕马尔基乌斯的审判,平民与贵族之间的对立加剧。保民官召集了罗马历史上首次按部落投票的大会,文中并将其与传统的按百人队投票的体系进行了对比。

§7.59.1ὡς δὲ διεβοήθη ταῦτα, πολλὴ σπουδὴ καὶ παράταξις ἐγίνετο τῶν τε δημοτικῶν καὶ τῶν πατρικίων· τῶν μὲν ὡς τιμωρησομένων τὸν αὐθαδέστατον, τῶν δʼ ἵνα μὴ γένοιτο ὑποχείριος τοῖς ἐχθροῖς ὡς ὑπὲρ τῆς ἀριστοκρατίας ἀγωνιζόμενος.
当这些消息传开后,平民和贵族双方都动员起来,表现出极大的热情和对立之势:前者决心惩罚那个最傲慢自大的人,后者则为了不让他落入敌人之手而努力,视其为为贵族制而战的人。
ἐδόκει δὲ πᾶσα κινδυνεύεσθαι ἡ τοῦ βίου καὶ τῆς ἐλευθερίας δικαίωσις ἐν τῷ τότε ἀγῶνι ἀμφοτέροις.
在当时的争斗中,双方都认为自己对生命和自由的全部诉求都面临着危险。
ἐπιστάσης δὲ τῆς τρίτης ἀγορᾶς ὁ μὲν ἐκ τῶν ἀγρῶν ὄχλος, ὅσος οὔπω πρότερον, συνεληλυθὼς εἰς τὴν πόλιν ἕωθεν εὐθὺς κατεῖχε τὴν ἀγοράν· οἱ δὲ δήμαρχοι συνεκάλουν τὸ πλῆθος ἐπὶ τὴν φυλέτιν ἐκκλησίαν, χωρία τῆς ἀγορᾶς περισχοινίσαντες, ἐν οἷς ἔμελλον αἱ φυλαὶ στήσεσθαι καθʼ αὑτάς.
当第三个集市日到来时,来自乡村的群众人数空前,他们聚集在城里,清晨起就立刻占领了广场;而保民官们召集平民举行按部落投票的大会,用绳子在广场上隔出区域,各部落将在这些区域内各自独立站立。
§7.59.2καὶ τότε πρῶτον ἐγένετο Ῥωμαίοις ἐκκλησία κατʼ ἀνδρὸς ψηφοφόρος πολλὰ ἐναντιουμένων τῶν πατρικίων, ἵνα μὴ τοῦτο γένηται, καὶ τὴν λοχῖτιν ἀξιούντων συνάγειν ἐκκλησίαν, ὥσπερ αὐτοῖς πάτριον ἦν.
就在那时,罗马人第一次举行了针对个人的、按部落投票的大会,尽管贵族们竭力反对,企图阻止此事发生,并要求召集按百人队投票的大会,正如他们的祖制一样。
ἐν γὰρ τοῖς πρότερον χρόνοις, ὅτε μέλλοι ψῆφον ἐπιφέρειν ὁ δῆμος ὑπὲρ ὁτουδήτινος ὧν ἐπιτρέψειεν ἡ βουλή, ἐκάλουν μὲν οἱ ὕπατοι τὴν λοχῖτιν ἐκκλησίαν, ἱερὰ πρότερον ἐπιτελέσαντες, ἃ νόμος αὐτοῖς ἐστι, καὶ μέχρι τοῦ καθʼ ἡμᾶς χρόνου τινὰ ἐξ αὐτῶν ἔτι γίνεται.
因为在以前,每当人民要对元老院委托的任何事情进行投票时,执政官们在首先举行了他们法定的仪式(其中一些仪式直到我们的时代依然在进行)之后,召集按百人队投票的大会。
§7.59.3συνῄει δὲ τὸ πλῆθος εἰς τὸ πρὸ τῆς πόλεως Ἄρειον πεδίον ὑπό τε λοχαγοῖς καὶ σημείοις τεταγμένον ὥσπερ ἐν πολέμῳ, ἐπέφερον δὲ τὴν ψῆφον οὐχ ἅπαντες ἀναλαβόντες, ἀλλὰ κατὰ τοὺς ἰδίους ἕκαστοι λόχους, ὁπότε κληθεῖεν ὑπὸ τῶν ὑπάτων.
平民们在城外的战神广场上集会,像在战争中一样,在百人队长和军旗下排列好队伍,但他们并不是所有人一齐领取选票投票,而是当执政官召唤时,各人按照自己的百人队依次投票。
ὄντων δὲ τῶν συμπάντων τριῶν καὶ ἐνενήκοντα καὶ ἑκατὸν λόχων καὶ τούτων εἰς ἓξ διῃρημένων συμμορίας πρώτη μὲν ἐκαλεῖτο συμμορία καὶ τὴν ψῆφον ἐπέφερεν ἡ τῶν ἐχόντων τὸ μέγιστον τίμημα τῆς οὐσίας καὶ τὴν πρώτην λαμβανόντων τάξιν ἐν πολέμοις· ἐν οἷς ἦσαν ἱππέων μὲν ὀκτωκαίδεκα λόχοι, πεζῶν δʼ ὀγδοήκοντα.
百人队的总数是一百九十三个,并且这些百人队被划分为六个等级,最先被召集并投票的第一等级是那些拥有最高财产估值、并在战争中担任第一列排位的人;在他们之中有十八个骑兵百人队和八十个步兵百人队。
§7.59.4δευτέρα δʼ ἐψηφοφόρει συμμορία τῶν ὑποδεεστέρων τοῖς βίοις καὶ τὴν ὑποβεβηκυῖαν τάξιν ἐν ταῖς μάχαις καὶ ὁπλισμὸν οὐ τὸν αὐτὸν ἐχόντων τοῖς πρωτοστάταις, ἀλλʼ ἐλάττονα· τοῦτο δὲ τὸ πλῆθος εἰς εἴκοσι λόχους συντεταγμένον ἦν, προσέκειντο δʼ αὐτοῖς δύο ἶλαι τεκτόνων καὶ χαλκοτύπων καὶ ὅσοι ἄλλοι πολεμικῶν ἔργων ἦσαν χειροτέχναι.
第二等级投票的是那些财产较少、在战斗中处于较低排位且装备与第一列士兵不同而较差的人;这一人群被编入二十个百人队,此外还有两个由木匠、铜匠以及其他从事军事工程的工匠组成的百人队附加在他们之中。
οἱ δʼ ἐν τῇ τρίτῃ συμμορίᾳ καλούμενοι λόχους μὲν ἐξεπλήρουν εἴκοσι, τίμημα δʼ εἶχον ἔλαττον τῶν δευτέρων καὶ τάξιν τὴν ἐπʼ ἐκείνοις καὶ ὅπλα οὐκ ἴσα τοῖς πρὸ
被召集在第三等级的人填满了二十个百人队,他们的财产估值比第二等级更少,排位在他们之后,且装备与他们前面的人不相等。

词汇与语法注释

  1. 1448τῶν μὲν ὡς τιμωρησομένων ... τῶν δʼ ἵνα μὴ γένοιτο — 带有将来分词的属格独立结构('τῶν μὲν ὡς τιμωρησομένων')与直接后接目的从句的属格('τῶν δʼ ἵνα μὴ γένοιτο')形成不对称的并列。这种结构生动地表达了前文提到的双方在热情和对立背后的不同意图。
  2. 1449πολλὰ ἐναντιουμένων τῶν πατρικίων — 此处由分词引导的属格独立结构('ἐναντιουμένων τῶν πατρικίων... καὶ... ἀξιούντων')起让步作用(‘尽管贵族们强烈反对并要求……’),突出了尽管受到贵族阶层的强烈抵抗,新部落大会依然得以确立的政治紧张局势。
  3. 1449ἐκκλησία κατʼ ἀνδρὸς ψηφοφόρος — 短语 'ἐκκλησία κατʼ ἀνδρὸς ψηφοφόρος'(按个人/部落投票的大会)。'κατʼ ἀνδρός' 既可解释为‘针对特定个人(马尔基乌斯)的审判’,也可解释为在部落内‘按人头(一人一票)’进行的新型投票方式,与传统的按百人队集体投票形成对比。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §7.59.1-7.59.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.59.1-7.59.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。