§7.58.1ὁ μὲν δὴ ταῦτʼ ἔλεγε δοκῶν ἐπὶ τοῖς λόγοις, οἷς εἶπεν ἐν τῇ βουλῇ, τὴν δίκην ὑφέξειν, καὶ βουλόμενος ὁμολογῆσαι τοὺς δημάρχους, ὅτι ταύτης ἕνεκα τῆς αἰτίας μέλλουσιν αὐτοῦ κατηγορεῖν.
彼(マルキウス)は、元老院で述べた自らの言葉を理由として裁判を受けることになると考え、また、この容疑に基づいて自分を告発しようとしているのだということを護民官たちに認めさせたいと願って、これらのことを述べたのである。
οἱ δὲ δήμαρχοι βουλευσάμενοι κατὰ σφᾶς τυραννίδι ἐπιβουλεύειν αὐτὸν ᾐτιάσαντο καὶ πρὸς ταύτην ἐκέλευον ἥκειν τὴν αἰτίαν ἀπολογησόμενον, οὐ βουλόμενοι τὸ ἔγκλημα εἰς μίαν αἰτίαν κατακλεῖσαι καὶ ταύτην οὔτʼ ἰσχυρὰν οὔτε τῇ βουλῇ κεχαρισμένην, ἀλλʼ ἑαυτοῖς τε πράττοντες ἐξουσίαν ὅσα βούλονται ἐγκαλεῖν, καὶ βοήθειαν ἀφαιρήσεσθαι τοῦ Μαρκίου τὴν ἐκ τῶν συνέδρων οἰόμενοι.
しかし、護民官たちは互いに相談した上で、彼が僭主となることを企てていると告発し、この容疑に対して弁明するために出廷するよう命じた。 彼らは、その訴追内容を、説得力に欠け元老院の意にも沿わない単一の容疑の中に閉じ込めることを望まず、むしろ自分たちに望む限りの罪状を告発する権限を確保し、かつマルキウスが議員たちから得られるはずの援助を奪い去ろうと考えたからであった。
καὶ ὁ Μάρκιος εἶπεν·
するとマルキウスは言った。
ἀλλʼ ἤτοι, εἰ ἐπὶ ταύτῃ γε κριθήσομαι τῇ διαβολῇ, δίδωμι ἐμαυτὸν ὑπόδικον τοῖς δημόταις, καὶ μηδὲν ἔστω τὸ κωλῦον γράφεσθαι τὸ §7.58.2προβούλευμα.
「それなら、もし私がまさにこの中傷によって裁かれるというのであれば、私は自らを平民たちの案が起草されることを妨げるものは何もあってはならない。
ἐγένετο δὲ καὶ τοῖς πλείστοις τῶν συνέδρων ἀσμένοις ἐπὶ τούτῳ γενέσθαι τῷ ἐγκλήματι τὴν δίκην κατʼ ἀμφότερα, καὶ ὅτι οὐκ ἔσται τὸ λέγειν ἃ φρονεῖ τις ἐν τοῖς συνέδροις ὑπαίτιον, καὶ ὅτι ῥᾳδίως ἀπολύσεται τὴν διαβολὴν ὁ ἀνὴρ βίον ἐζηκὼς σώφρονα καὶ ἀνεπίληπτον.
そして、元老院議員の過半数にとっても、この容疑に関して裁判が行われることは、二つの理由から喜ばしいことであった。 第一に、元老院において自分の考えていることを述べることが罪を問われる対象にはならないであろうということ、そして、節度があり非の打ち所のない人生を送ってきたこの男が、この中傷を容易に晴らすであろうということからであった。
§7.58.3γράφεται τὸ προβούλευμα μετὰ ταῦθʼ ὑπὲρ τῆς δίκης, καὶ χρόνος εἰς παρασκευὴν τῆς ἀπολογίας ὁρίζεται τῷ ἀνδρὶ μέχρι τῆς τρίτης ἀγορᾶς·
この後、裁判に関する元老院決議案が起草され、弁明の準備のために彼に与えられた期限は、第三の市の日までに定められた。
αἱ δʼ ἀγοραὶ Ῥωμαίοις ἐγίνοντο ὡς καὶ μέχρι τῶν καθʼ ἡμᾶς χρόνων διʼ ἡμέρας ἐνάτης.
ローマ人にとって市の日とは、我々の時代に至るまで、九日ごとに行われていた。
ἐν δὲ ταύταις συνιόντες ἐκ τῶν ἀγρῶν εἰς τὴν πόλιν οἱ δημοτικοὶ τάς τʼ ἀμείψεις ἐποιοῦντο τῶν ὠνίων καὶ τὰς δίκας παρʼ ἀλλήλων ἐλάμβανον, τά τε κοινά, ὅσων ἦσαν κύριοι κατὰ τοὺς νόμους καὶ ὅσα ἡ βουλὴ ἐπιτρέψειεν αὐτοῖς,ψῆφον ἀναλαμβάνοντες ἐπεκύρουν·
この日に、平民たちは農村から都市に集まり、売り物の取引を行い、互いの間の訴訟を決着させ、また法律によって自らが権能を持つ、あるいは元老院が彼らに委ねた公的な事柄について、投票を行って承認していた。
τὰς δὲ μεταξὺ τῶν ἀγορῶν ἑπτὰ ἡμέρας αὐτουργοί τʼ ὄντες οἱ §7.58.4πολλοὶ καὶ πένητες ἐν τοῖς ἀγροῖς διέτριβον.
しかし市と市の間にある七日間は、多くの者が自活農民であり、貧しい人々であったため、農村で過ごしていた。
ἐπειδὴ δὲ τὸ προβούλευμα ἔλαβον οἱ δήμαρχοι, προελθόντες εἰς τὴν ἀγορὰν συνεκάλεσαν εἰς ἐκκλησίαν τὸν δῆμον καὶ πολλὰ ἐγκώμια τῆς βουλῆς διελθόντες καὶ τὰ δόγματα αὐτῆς ἀναγνόντες προεῖπον ἡμέραν, ἐν ᾗ τὴν δίκην ἔμελλον ἐπιτελεῖν, εἰς ἣν ἅπαντες ἠξίουν ἥκειν τοὺς πολίτας ὡς ὑπὲρ τῶν μεγίστων διαγνωσομένους.
護民官たちは元老院決議案を受け取ると、広場に進み出て、平民を民会に招集し、元老院に対する多くの賛辞を述べてその決議を読み上げた後、裁判を執り行う日を布告した。 その日には、極めて重大な事柄について評決を下す者として、市民全員が参集するよう求めた。