§7.58.1ὁ μὲν δὴ ταῦτʼ ἔλεγε δοκῶν ἐπὶ τοῖς λόγοις, οἷς εἶπεν ἐν τῇ βουλῇ, τὴν δίκην ὑφέξειν, καὶ βουλόμενος ὁμολογῆσαι τοὺς δημάρχους, ὅτι ταύτης ἕνεκα τῆς αἰτίας μέλλουσιν αὐτοῦ κατηγορεῖν.
他确实是说了这些话,以为自己会因为在元老院发表的言论而接受审判,并希望保民官们承认他们正是准备以此罪名起诉他。
οἱ δὲ δήμαρχοι βουλευσάμενοι κατὰ σφᾶς τυραννίδι ἐπιβουλεύειν αὐτὸν ᾐτιάσαντο καὶ πρὸς ταύτην ἐκέλευον ἥκειν τὴν αἰτίαν ἀπολογησόμενον, οὐ βουλόμενοι τὸ ἔγκλημα εἰς μίαν αἰτίαν κατακλεῖσαι καὶ ταύτην οὔτʼ ἰσχυρὰν οὔτε τῇ βουλῇ κεχαρισμένην, ἀλλʼ ἑαυτοῖς τε πράττοντες ἐξουσίαν ὅσα βούλονται ἐγκαλεῖν, καὶ βοήθειαν ἀφαιρήσεσθαι τοῦ Μαρκίου τὴν ἐκ τῶν συνέδρων οἰόμενοι.
然而,保民官们在内部商议后,指控他企图建立僭主统治,并命令他针对这一控诉进行辩护;因为他们不愿将指控局限于单一罪名,更何况这一罪名既无说服力又不能取悦元老院,他们反而是想为自己争取可以任意指控的权力,并认为这样可以剥夺马尔基乌斯从元老院议员那里得到的协助。
καὶ ὁ Μάρκιος εἶπεν· ἀλλʼ ἤτοι, εἰ ἐπὶ ταύτῃ γε κριθήσομαι τῇ διαβολῇ, δίδωμι ἐμαυτὸν ὑπόδικον τοῖς δημόταις, καὶ μηδὲν ἔστω τὸ κωλῦον γράφεσθαι τὸ §7.58.2προβούλευμα.
于是马尔基乌斯说道:“那么,如果我确实要因为这一指控而被审判,我便将自己交付给决议案。
ἐγένετο δὲ καὶ τοῖς πλείστοις τῶν συνέδρων ἀσμένοις ἐπὶ τούτῳ γενέσθαι τῷ ἐγκλήματι τὴν δίκην κατʼ ἀμφότερα, καὶ ὅτι οὐκ ἔσται τὸ λέγειν ἃ φρονεῖ τις ἐν τοῖς συνέδροις ὑπαίτιον, καὶ ὅτι ῥᾳδίως ἀπολύσεται τὴν διαβολὴν ὁ ἀνὴρ βίον ἐζηκὼς σώφρονα καὶ ἀνεπίληπτον.
对大多数元老院议员来说,因这一罪名进行审判也是一件令人高兴的事,这出于双重原因:一是元老院内表达自己的想法将不会受到指控,二是这个过着温良、无可指责生活的人,很容易就能洗清这一指控。
§7.58.3γράφεται τὸ προβούλευμα μετὰ ταῦθʼ ὑπὲρ τῆς δίκης, καὶ χρόνος εἰς παρασκευὴν τῆς ἀπολογίας ὁρίζεται τῷ ἀνδρὶ μέχρι τῆς τρίτης ἀγορᾶς·
此后,关于审判的元老院决议草案起草完毕,为他准备辩护所限定的期限直至第三个集市日。
αἱ δʼ ἀγοραὶ Ῥωμαίοις ἐγίνοντο ὡς καὶ μέχρι τῶν καθʼ ἡμᾶς χρόνων διʼ ἡμέρας ἐνάτης.
而罗马人的集市日,正如直到我们这个时代一样,是每九天举行一次的。
ἐν δὲ ταύταις συνιόντες ἐκ τῶν ἀγρῶν εἰς τὴν πόλιν οἱ δημοτικοὶ τάς τʼ ἀμείψεις ἐποιοῦντο τῶν ὠνίων καὶ τὰς δίκας παρʼ ἀλλήλων ἐλάμβανον, τά τε κοινά, ὅσων ἦσαν κύριοι κατὰ τοὺς νόμους καὶ ὅσα ἡ βουλὴ ἐπιτρέψειεν αὐτοῖς,ψῆφον ἀναλαμβάνοντες ἐπεκύρουν· τὰς δὲ μεταξὺ τῶν ἀγορῶν ἑπτὰ ἡμέρας αὐτουργοί τʼ ὄντες οἱ §7.58.4πολλοὶ καὶ πένητες ἐν τοῖς ἀγροῖς διέτριβον.
在这些日子里,平民们从乡村来到城里,进行货物的交易,解决彼此之间的诉讼,并对于法律赋予他们管辖权的以及元老院委托给他们的公共事务,通过投票予以批准;而集市之间的七天时间里,由于大多数人都是自耕农且生活贫困,他们都在田野里度过。
ἐπειδὴ δὲ τὸ προβούλευμα ἔλαβον οἱ δήμαρχοι, προελθόντες εἰς τὴν ἀγορὰν συνεκάλεσαν εἰς ἐκκλησίαν τὸν δῆμον καὶ πολλὰ ἐγκώμια τῆς βουλῆς διελθόντες καὶ τὰ δόγματα αὐτῆς ἀναγνόντες προεῖπον ἡμέραν, ἐν ᾗ τὴν δίκην ἔμελλον ἐπιτελεῖν, εἰς ἣν ἅπαντες ἠξίουν ἥκειν τοὺς πολίτας ὡς ὑπὲρ τῶν μεγίστων διαγνωσομένους.
当保民官们拿到元老院决议草案后,他们走向广场,召集平民举行大会,在对元老院大加赞扬并宣读了其决议后,他们宣布了举行审判的日子,并要求所有公民在这一天到场,作为对最重大事务进行裁决的人。