§7.49.1πρῶτον μὲν οὖν τοῦθʼ ὑμᾶς ἤδη ποτὲ ἀξιῶ βεβαίως μαθεῖν, ὅτι δυσμενῆ καὶ πολέμιον ἔχετε τῇ καθεστώσῃ πολιτείᾳ τὸν δημοτικὸν ὄχλον, καὶ πάνθʼ ὅσα μαλακισθέντες αὐτῷ συνεχωρήσατε μάτην θʼ ὑμῖν ἀνήλωται καὶ καταφρονήσεως αἴτια γέγονεν, ὡς διὰ τὴν ἀνάγκην συγχωρηθέντα ὑφʼ ὑμῶν, ἀλλʼ §7.49.2οὐκ ἀπʼ εὐνοίας οὐδὲ κατὰ κρίσιν.
まず第一に、私は今こそあなた方に、次のことをしっかりと理解してほしい。 すなわち、平民の群衆が、確立された国制に対して敵意を抱き、敵対していること、そして、あなた方が弱腰になって彼らに譲歩したすべての事柄は、あなた方にとって無駄に費やされたものであり、また(彼らから)軽蔑される原因となったことである。 なぜなら、それらは必要に迫られてあなた方によって譲歩されたのであって、好意からでも、判断によるものでもないと見なされているからである。
σκοπεῖτε γὰρ οὕτως.
なぜなら、次のように考えてみよ。
ὅτʼ ἀπέστη λαβὼν τὰ ὅπλα ὁ δῆμος ἀφʼ ὑμῶν καὶ πολέμιος ὑμῖν ἐτόλμησεν ἐκ τοῦ φανεροῦ γενέσθαι, ἀδικηθεὶς μὲν οὐδέν, τὸ μὴ δύνασθαι δὲ τὰ χρέα τοῖς συμβεβληκόσι διαλῦσαι σκηπτόμενος, καὶ εἰ ψηφίσαισθε ὑμεῖς χρεῶν τʼ ἀποκοπὰς καὶ ἄδειαν ὧν ἥμαρτε κατὰ τὴν ἀπόστασιν οὐθενὸς ἔτι δεήσεσθαι ἔφησεν, ἔγνωσαν οἱ πλείους ὑμῶν, οὐ γὰρ δὴ πάντες γε, παρακρουσθέντες ὑπὸ τῶν συμβούλων, ὡς μή ποτε ὤφελον, ἀκυρῶσαι τοὺς ἐπὶ τῇ πίστει τεθέντας νόμους καὶ μηθενὸς τῶν τότε γεγενημένων μνησικακεῖν ἀδικημάτων.
平民があなた方から離反して武器を手に取り、公然とあなた方の敵となることをあえてしたとき、彼らはいかなる不正も被っていなかったにもかかわらず、貸し主たちに債務を支払うことができないということを口実とし、また、もしあなた方が債務の帳消しと離反の最中に彼らが犯した過ちに対する免責を議決するならば、もはやこれ以上何も必要としないであろうと言った。 そのとき、あなた方の過半数は――すべての人々では決してないが――助言者たちによって欺かれて(それが決して起こらなければよかったのだが! )、信用に基づいて制定された法律を廃止し、当時起こったいかなる不法行為をも根に持たないことを決定したのである。
§7.49.3οὐκ ἠγάπησε ταύτης τυχὼν τῆς χάριτος, ἧς μόνης μεμνημένος ἔφη πεποιῆσθαι τὴν ἀπόστασιν, ἀλλʼ εὐθὺς ἑτέραν ἔτι ταύτης ᾔτει μείζω καὶ παρανομωτέραν δωρεάν, ἐξουσίαν αὐτῷ δοθῆναι δημάρχους ἐξ αὐτοῦ καθʼ ἕκαστον ἔτος ἀποδεικνύναι, πρόφασιν μὲν ποιούμενος τὴν ἡμετέραν ἰσχύν, ἵνα δὴ τοῖς ἀδικουμένοις καὶ κατισχυομένοις τῶν πενήτων ἐπικουρία τις ὑπάρχῃ καὶ καταφυγή· ὡς δὲ τἀληθὲς εἶχεν, ἐπιβουλεύων τῷ κόσμῳ τῆς πολιτείας καὶ εἰς δημοκρατίαν περιστῆσαι τὰ πράγματα §7.49.4βουλόμενος.
彼らは、この好意を得るだけでは満足しなかった。 それだけを念頭に置いて離反を行ったと彼らが言っていたまさにその恩恵である。 そうではなく、ただちに、これよりもさらに大きく、かつ法に反する別の贈り物を要求した。 すなわち、毎年自分たちの中から護民官を任命する権限が彼らに与えられることである。 彼らは我々の権力を口実とし、それによって、貧しい人々のうちで不正を被り、虐げられている者たちに何らかの助けと避難所が存在するようにという名目であったが、本当のところは、国制の秩序に対して陰謀を企て、事態を民主政へと転換することを望んでいたのである。
καὶ τοῦτʼ ἔπεισαν ἡμᾶς οἱ σύμβουλοι τὸ ἀρχεῖον ἐᾶσαι παρελθεῖν εἰς τὴν πόλιν ἐπὶ τῷ κοινῷ παραγινόμενον κακῷ, καὶ μάλιστʼ ἐπὶ τῷ κατὰ τῆς βουλῆς φθόνῳ, πολλά, εἴπερ ἄρα μέμνησθε, κεκραγότος ἐμοῦ καὶ μαρτυρομένου θεούς τε καὶ ἀνθρώπους ὅτι πόλεμον ἐμφύλιον ἄπαυστον εἰς τὴν πόλιν εἰσάξετε, καὶ πάνθʼ ὅσα ὑμῖν προβέβηκε λέγοντος.
そして助言者たちは、この官職が共同の災いをもたらすものとして導入されるのを知りながら、それを国家に入り込ませることを我々に承諾させた。 そして何よりも元老院に対する反感を高めるために。 それは、もしあなた方が覚えているならであるが、私が数々の声を大にして叫び、神々と人間を証人に立てて、あなた方が終息することのない内乱を国家にもたらすことになると警告し、あなた方にこれまでに起こったすべてのことを語っていたにもかかわらず(行われたのである)。