§7.36.1κατιδὼν δʼ αὐτὸν ἀμηχανοῦντα Λεύκιος Ἰούνιος Βροῦτος, ἐκεῖνος ὁ δημαγωγὸς ὁ τεχνησάμενος, ἐφʼ οἷς ἔσονται δικαίοις αἱ διαλλαγαί, δεινὸς ἀνὴρ τά τʼ ἄλλα καὶ πόρους εὑρεῖν ἐν ἀπόροις, προσέρχεται μόνος μόνῳ καὶ ὑποτίθεται μὴ φιλονεικεῖν ἐγχειρήματι θερμῷ καὶ παρανόμῳ συναγωνιζόμενον, ὁρῶντα τούς τε πατρικίους ἅπαντας ἠρεθισμένους καὶ ἑτοίμους ὄντας, εἰ κληθεῖεν ὑπὸ τῶν ὑπάτων, ἐπὶ τὰ ὅπλα χωρεῖν, τοῦ δὲ δήμου τὸ καρτερώτατον μέρος ἐνδοιάζον καὶ οὐκ ἀγαπητῶς δεχόμενον ἀνδρὸς ἐπιφανεστάτου τῶν ἐν τῇ πόλει παράδοσιν ἐπὶ θανάτῳ καὶ ταῦτʼ ἀκρίτου.
このように彼が途方に暮れているのを見て、あのルキウス・ユニウス・ブルトゥス、すなわち、いかなる権利に基づいて和解がなされるかを考案したあの民衆の指導者であり、他の点でも、また困難な状況において解決策を見出すことにかけても恐るべき男が、一対一で彼に近づき、過激で不法な企てに加担して意固地になることのないよう助言した。 それは、パトリキたちが全員刺激され、執政官たちから召集されれば武器を取って進む用意ができていること、他方、平民の最も強健な部分が躊躇しており、市内で最も顕著な人物の一人が死刑のために、しかも裁判なしで引き渡されることを、快く受け入れていないことを彼が見ていたからである。
§7.36.2συνεβούλευε δʼ αὐτῷ τότε μὲν εἶξαι καὶ μὴ χωρεῖν ὁμόσε τοῖς ὑπάτοις, μή τι μεῖζον κακὸν ἐργάσηται, προθεῖναι δὲ τῷ ἀνδρὶ δίκην ὁρίσαντα χρόνον ὅσον δή τινα, καὶ ψῆφον ἀναδοῦναι τοῖς πολίταις ὑπὲρ αὐτοῦ κατὰ φυλάς·
彼は彼に、今は退いて執政官たちと真っ向から衝突しないように(さもなければ、さらに大きな災いをもたらすことになるからである)、その男に適当な猶予期間を定めて裁判の日を設定し、市民たちに彼についての投票を部族ごとに行わせるよう勧告した。
ὅ τι δʼ ἂν αἱ πλείους ψῆφοι καθαιρῶσι, τοῦτο ποιεῖν·
そして、過半数の票が決定するところを、これを実行すべきである(と述べた)。
τυραννικὸν μὲν γὰρ εἶναι καὶ βίαιον, ὃ νῦν ἐπειρᾶτο διαπράττεσθαι, τὸν αὐτὸν ὑπάρχειν καὶ κατήγορον καὶ δικαστὴν καὶ τοῦ μέτρου τῆς τιμωρίας κύριον· πολιτικὸν δὲ τὸ κατὰ νόμους ἀπολογίας τυχόντα τὸν ὑπαίτιον, ὅ τι ἂν τοῖς πλείοσι δικασταῖς δόξῃ, τοῦτο παθεῖν.
というのも、彼が今行おうと企てていること、すなわち同一人物が告発人であり、裁判官であり、刑罰の程度の決定者であるということは、僭主的で暴力的なことであるが、他方、非難されている者が法律に従って弁明の機会を得た上で、多数の裁判官が決議することを受けるということは、市民共同体にふさわしいことだからである。
§7.36.3πείθεται τούτοις ὁ Σικίννιος μηδὲν ὁρῶν βούλευμα κρεῖττον καὶ παρελθὼν ἔφη·
シキニウスは、これより優れた策はないと見て、これらの提案に従い、前に進み出て言った。
τὴν μὲν σπουδὴν ὁρᾶτε τῶν πατρικίων τὴν εἰς τὰ φονικὰ καὶ βίαια ἔργα, ὦ δημόται, ὡς ἑνὸς ἀνδρὸς αὐθάδους ὅλην ἀδικοῦντος τὴν πόλιν ἧττον τίθενται τὸ πλῆθος τὸ ὑμέτερον.
「平民諸君、パトリキたちが殺戮と暴力的な行為に向けてどれほど熱心であるかを見るがよい。 彼らは、国家全体を不当に扱っている一人の傲慢な男よりも、諸君という大衆を価値の低いものとみなしているのだ。
οὐ μὴν ὁμοίους γʼ αὐτοῖς γίνεσθαι χρὴ καὶ ἐπὶ κεφαλὴν ὠθεῖσθαι οὔτʼ ἄρχοντας πολέμου οὔτʼ ἀμυνομένους·
だが、我々は彼らと同類になって破滅へと突き進むべきではない。 戦争を開始する者としても、身を守る者としてもである。
ἀλλʼ ἐπειδὴ πρόφασιν εὐπρεπῆ προβάλλονταί τινες τὸν νόμον, ᾧ βοηθοῦντες αὐτὸν ἀφαιροῦνται τῆς κολάσεως, ὃς οὐκ ἐᾷ τῶν πολιτῶν οὐθένʼ ἀποκτεῖναι ἄκριτον, συγχωρήσωμεν αὐτοῖς τὸ δίκαιον τοῦτο, καίπερ οὐδὲ νόμιμα πάσχοντες οὐδὲ δίκαια ὑπʼ αὐτῶν, καὶ δείξωμεν, ὅτι τοῖς εὐγνώμοσι μᾶλλον ἢ τοῖς βιαίοις περιεῖναι τῶν ἀδικούντων ἡμᾶς πολιτῶν βουλόμεθα.
しかし、市民の誰も裁判なしに殺してはならないと定めている法律を、体裁の良い口実として掲げ、それを盾にして彼を処罰から引き離そうとしている者たちがいるのであるから、我々は彼らにこの正当な要求を譲歩しよう。 たとえ我々が彼らから不法で不当な扱いを受けているにしてもである。 そして、我々を不当に扱う市民たちに対して、暴力によってではなく、むしろ道理によって打ち勝ちたいと願っていることを示そう。
§7.36.4ὑμεῖς μὲν οὖν ἄπιτε καὶ τὸν μέλλοντα καιρὸν ἐκδέχεσθε οὐ πολὺν ἐσόμενον·
それゆえ、諸君は立ち去り、そう遠くない将来に訪れるその時を待つがよい。
ἡμεῖς δὲ παρασκευασάμενοι τὰ κατεπείγοντα προθήσομεν χρόνον τῷ ἀνδρὶ εἰς ἀπολογίαν καὶ τὴν δίκην ἐφʼ ὑμῶν συντελέσομεν.
我々は差し迫った事柄を準備した上で、その男に弁明のための期間を定め、諸君の前で裁判を執り行うであろう。
ὅταν δὲ γένησθε τῆς ψήφου κατὰ τὸν νόμον κύριοι, τιμήσατε αὐτῷ ἧς ἂν ἄξιον εὕρητε ζημίας.
そして、諸君が法律に従って投票の決定権を持つときには、彼が値すると諸君が見出す刑罰を彼に科すがよい。
καὶ περὶ μὲν τούτου τοσαῦτα.
このことについては以上である。
τῆς δὲ τοῦ σίτου διαπράσεώς τε καὶ διαθέσεως, ἵνʼ ἐκ τοῦ δικαιοτάτου γένηται, εἰ μή τις ἔσται τούτοις καὶ τῇ βουλῇ φροντίς, αὐτοὶ ἐπιμελησόμεθα.
他方、穀物の販売と分配については、それが最も公正に行われるように、もし彼らや元老院にその配慮がないのであれば、我々自身がそれを取り仕切ることにしよう。
ταῦτʼ εἰπὼν διέλυσε τὴν ἐκκλησίαν.
」こう言って、彼は民会を解散した。