Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §7.36.1-7.36.4

布鲁图斯的建议与对马尔基乌斯进行正式审判的决定

第 538 段,共 962 段 · 希腊语

内容简介

针对陷入困境的护民官西基尼乌斯,卢基乌斯·尤尼乌斯·布鲁图斯建议改用平民法定审判。西基尼乌斯接纳了建议,在民会上宣布撤回对马尔基乌斯的即刻处决,改为由全体平民投票进行正式审判。

§7.36.1κατιδὼν δʼ αὐτὸν ἀμηχανοῦντα Λεύκιος Ἰούνιος Βροῦτος, ἐκεῖνος ὁ δημαγωγὸς ὁ τεχνησάμενος, ἐφʼ οἷς ἔσονται δικαίοις αἱ διαλλαγαί, δεινὸς ἀνὴρ τά τʼ ἄλλα καὶ πόρους εὑρεῖν ἐν ἀπόροις, προσέρχεται μόνος μόνῳ καὶ ὑποτίθεται μὴ φιλονεικεῖν ἐγχειρήματι θερμῷ καὶ παρανόμῳ συναγωνιζόμενον, ὁρῶντα τούς τε πατρικίους ἅπαντας ἠρεθισμένους καὶ ἑτοίμους ὄντας, εἰ κληθεῖεν ὑπὸ τῶν ὑπάτων, ἐπὶ τὰ ὅπλα χωρεῖν, τοῦ δὲ δήμου τὸ καρτερώτατον μέρος ἐνδοιάζον καὶ οὐκ ἀγαπητῶς δεχόμενον ἀνδρὸς ἐπιφανεστάτου τῶν ἐν τῇ πόλει παράδοσιν ἐπὶ θανάτῳ καὶ ταῦτʼ ἀκρίτου.
见他陷入困境,那位曾设计了达成和解之权利条件的平民领袖卢基乌斯·尤尼乌斯·布鲁图斯——一个在其他方面,特别是在无路可走时能寻得生路的人——私下走到他跟前,建议他不要执迷于推行一项过激且非法的企图。 因为他看到全体贵族已被激怒,并且做好了准备,一旦受到执政官的召集就会诉诸武力;而平民中实力最强的部分则犹疑不决,不愿眼看着城邦中最显赫的人物之一在未经审判的情况下被送去处死。
§7.36.2συνεβούλευε δʼ αὐτῷ τότε μὲν εἶξαι καὶ μὴ χωρεῖν ὁμόσε τοῖς ὑπάτοις, μή τι μεῖζον κακὸν ἐργάσηται, προθεῖναι δὲ τῷ ἀνδρὶ δίκην ὁρίσαντα χρόνον ὅσον δή τινα, καὶ ψῆφον ἀναδοῦναι τοῖς πολίταις ὑπὲρ αὐτοῦ κατὰ φυλάς· ὅ τι δʼ ἂν αἱ πλείους ψῆφοι καθαιρῶσι, τοῦτο ποιεῖν·
他建议他目前先退让,不要与执政官正面交锋,以免造成更大的祸害,而是应当给那个男人确定一个适当的期限来设定审判,并让公民们按部落对他进行投票;多数票所决定的结果,他们就予以实行。
τυραννικὸν μὲν γὰρ εἶναι καὶ βίαιον, ὃ νῦν ἐπειρᾶτο διαπράττεσθαι, τὸν αὐτὸν ὑπάρχειν καὶ κατήγορον καὶ δικαστὴν καὶ τοῦ μέτρου τῆς τιμωρίας κύριον· πολιτικὸν δὲ τὸ κατὰ νόμους ἀπολογίας τυχόντα τὸν ὑπαίτιον, ὅ τι ἂν τοῖς πλείοσι δικασταῖς δόξῃ, τοῦτο παθεῖν.
因为他说,他现在试图实行的做法是僭主式的且暴力的,即由同一人兼任起诉人、法官以及刑罚程度的决定者;而被告根据法律获得申辩的机会后,服从多数法官所作出的决定,则是符合公民政治的。
§7.36.3πείθεται τούτοις ὁ Σικίννιος μηδὲν ὁρῶν βούλευμα κρεῖττον καὶ παρελθὼν ἔφη· τὴν μὲν σπουδὴν ὁρᾶτε τῶν πατρικίων τὴν εἰς τὰ φονικὰ καὶ βίαια ἔργα, ὦ δημόται, ὡς ἑνὸς ἀνδρὸς αὐθάδους ὅλην ἀδικοῦντος τὴν πόλιν ἧττον τίθενται τὸ πλῆθος τὸ ὑμέτερον.
西基尼乌斯见没有更好的计策,便采纳了这些建议,走上前来对众人说道:“平民们啊,你们看到了贵族们对于杀戮和暴力行径是多么的热心,他们竟把你们这些大众看得比一个对整个城邦行不义的傲慢之人还要轻贱。
οὐ μὴν ὁμοίους γʼ αὐτοῖς γίνεσθαι χρὴ καὶ ἐπὶ κεφαλὴν ὠθεῖσθαι οὔτʼ ἄρχοντας πολέμου οὔτʼ ἀμυνομένους·
然而我们绝不能变得和他们一样并自取灭亡,不论是作为战争的发起者还是防卫者。
ἀλλʼ ἐπειδὴ πρόφασιν εὐπρεπῆ προβάλλονταί τινες τὸν νόμον, ᾧ βοηθοῦντες αὐτὸν ἀφαιροῦνται τῆς κολάσεως, ὃς οὐκ ἐᾷ τῶν πολιτῶν οὐθένʼ ἀποκτεῖναι ἄκριτον, συγχωρήσωμεν αὐτοῖς τὸ δίκαιον τοῦτο, καίπερ οὐδὲ νόμιμα πάσχοντες οὐδὲ δίκαια ὑπʼ αὐτῶν, καὶ δείξωμεν, ὅτι τοῖς εὐγνώμοσι μᾶλλον ἢ τοῖς βιαίοις περιεῖναι τῶν ἀδικούντων ἡμᾶς πολιτῶν βουλόμεθα.
但是,既然有人以那条不允许未经审判便处死任何公民的法律作为体面的借口,企图通过维护该法来使他免受惩罚,那我们就让给他们这一权利,尽管我们从他们那里既未得到合法的也未得到公正的对待;我们要证明,对于那些伤害我们的公民,我们更愿意用合情合理的方式而非暴力去战胜他们。
§7.36.4ὑμεῖς μὲν οὖν ἄπιτε καὶ τὸν μέλλοντα καιρὸν ἐκδέχεσθε οὐ πολὺν ἐσόμενον· ἡμεῖς δὲ παρασκευασάμενοι τὰ κατεπείγοντα προθήσομεν χρόνον τῷ ἀνδρὶ εἰς ἀπολογίαν καὶ τὴν δίκην ἐφʼ ὑμῶν συντελέσομεν.
因此,你们先散去,等待那即将来临且为期不远的时刻;而我们准备好紧急事务后,将为那个男人规定申辩的时间,并在你们面前完成这场审判。
ὅταν δὲ γένησθε τῆς ψήφου κατὰ τὸν νόμον κύριοι, τιμήσατε αὐτῷ ἧς ἂν ἄξιον εὕρητε ζημίας.
当你们根据法律掌握了投票决定权时,就判处你们认为他配得的刑罚。
καὶ περὶ μὲν τούτου τοσαῦτα.
关于此事就说这么多。
τῆς δὲ τοῦ σίτου διαπράσεώς τε καὶ διαθέσεως, ἵνʼ ἐκ τοῦ δικαιοτάτου γένηται, εἰ μή τις ἔσται τούτοις καὶ τῇ βουλῇ φροντίς, αὐτοὶ ἐπιμελησόμεθα.
至于谷物的售卖与分配,为了使其能以最公正的方式进行,如果这些人及元老院对此不予关心,我们将亲自予以照料。
ταῦτʼ εἰπὼν διέλυσε τὴν ἐκκλησίαν.
”说完这些话,他便解散了民会。

词汇与语法注释

  1. 1390ὁρῶντα τούς τε πατρικίους — 宾格分词 ὁρῶντα 修饰的不是主句的主语卢基乌斯·尤尼乌斯·布鲁图斯(主格),而是作为布鲁图斯劝说对象的“他(西基尼乌斯)”,即隐含的宾格代名词 αὐτόν。以此指出西基尼乌斯既然已经看到了上述情势,便不应盲目坚持。
  2. 1391ὅ τι δʼ ἂν αἱ πλείους ψῆφοι καθαιρῶσι — 动词 καθαιρῶσι(καθαιρέω 的虚拟式)在此处由其字面义“拉下”、“推翻”引申为司法意义上的“判决有罪”或“决定(惩罚)”。其主语是 αἱ πλείους ψῆφοι(多数票、过半数票)。
  3. p.v.3p.55ἧττον τίθενται τὸ πλῆθος τὸ ὑμέτερον — 中动语态的 τίθεμαι 与比较级副词 ἧττον 结合,表示“轻视”或“认为……价值较低”。这一结构用于谴责贵族如何将平民大众(τὸ πλῆθος)看得比一个傲慢的人还要轻贱。
  4. p.v.3p.55ἐπὶ κεφαλὴν ὠθεῖσθαι — 直译为“大头朝下(倒栽葱地)被推”,此处以被动或中动语态的比喻性用法,表示“盲目冲向毁灭”或“自取灭亡”。
  5. 1392τιμήσατε αὐτῷ ἧς ἂν ἄξιον εὕρητε ζημίας — 动词 τιμάω(此处意为“判处、科以刑罚”)要求人称与格(αὐτῷ)和表示刑罚的属格。关系代词 ἧς 受其先行词 ζημίας 吸引并进入关系从句中,形成了倒装结构(hyperbaton),其底层的语法结构本为 τῆς ζημίας ἣν ἂν ἄξιον [αὐτὸν] εὕρητε。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §7.36.1-7.36.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.36.1-7.36.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。