§7.35.1τοιγάρτοι λέγοντός τʼ αὐτοῦ μεταξὺ πολὺς θόρυβος ἐγίνετο τῇδε καὶ τῇδε θαμινὰ μεθελκομένοις, ὡς ἐν διαφόροις, πλήθεσι καὶ οὐ ταὐτὰ βουλομένοις, τῶν μὲν ἡδομένων ἐπὶ τοῖς λόγοις αὐτοῦ, τῶν δὲ πάλιν ἀχθομένων.
それゆえ、彼が話している最中にも、意見を異にし同じことを望まない群衆の常として、あちこちへとしばしば引きずられながら、大きな騒ぎがそこここで起こった。 ある人々は彼の言葉を喜び、他の人々は逆に憤慨していたからである。
καὶ ἐπειδὴ ἐπαύσατο λέγων, ἔτι πλείων ἀνέστη βοὴ καὶ θόρυβος.
そして、彼が話すのを止めると、さらに大きな叫び声と騒ぎが起こった。
§7.35.2οἱ μὲν γὰρ πατρίκιοι κράτιστον ἀνδρῶν λέγοντες ἐπῄνουν αὐτὸν ἐπὶ τῇ παρρησίᾳ καὶ μόνον ἀπέφαινον ἐξ ἁπάντων σφῶν ἐλεύθερον, ὃς οὔτε πολεμίων ἔδεισεν ἐπιόντων ὄχλον οὔτε πολιτῶν αὐθάδεις καὶ παρανόμους ἐκολάκευσεν ὁρμάς·
というのも、パトリキたちは彼を最も優れた男と呼んでその率直な言論を称賛し、自分たち全員の中で唯一の自由人であると宣言したからである。 彼は、押し寄せる敵の群衆を恐れることもなく、市民たちの傲慢で不法な衝動に媚びることもなかった。
οἱ δὲ δημοτικοὶ δυσανασχετοῦντες ἐπὶ τοῖς ὀνειδισμοῖς βαρὺν καὶ πικρὸν καὶ πολεμίων ἁπάντων ἔχθιστον αὐτὸν ἀπεκάλουν.
他方、平民たちはその非難に大いに憤慨し、彼を、容赦なく辛辣で、あらゆる敵の中で最も憎むべき者と呼んだ。
§7.35.3προθυμίαν δὲ πολλὴν εἶχόν τινες ἤδη, οἷς πολὺ προσῆν τὸ εὐχερές, ἐν χειρῶν αὐτὸν διαφθεῖραι νόμῳ.
そして、無謀な傾向が極めて強い一部の者たちは、すでに腕力の法によって彼を殺害しようという強い熱意を抱いていた。
συνήργουν δʼ αὐτοῖς εἰς τοῦτο καὶ συνελάμβανον οἱ δήμαρχοι, καὶ μάλιστα Σικίννιος ἐνεδίδου τοῖς βουλήμασι τὰς ἡνίας.
護民官たちも彼らに協力してこのことに手を貸し、とりわけシキニウスは彼らの望むままに手綱を緩めた。
τελευτῶν γοῦν, ἐπειδὴ πολλὴν αὐτοῦ καταδρομὴν ἐποιήσατο καὶ τοὺς θυμοὺς ἐξέκαυσε τῶν δημοτῶν, πολὺς ἐμπνεύσας τῇ κατηγορίᾳ τέλος ἐξήνεγκεν, ὅτι θάνατον αὐτοῦ καταψηφίζεται τὸ ἀρχεῖον τῆς εἰς τοὺς ἀγορανόμους ὕβρεως ἕνεκεν, οὓς τῇ προτέρᾳ τῶν ἡμερῶν ἄγειν αὐτὸν κελευσθέντας ὑφʼ αὑτῶν τύπτων ἀπήλασεν·
ついに彼は、マルキウスを激しく非難し終えて平民たちの怒りを燃え立たせた後、告発に大いに熱を吹き込んで、職務会が彼に死刑を宣告するという判決を下した。 これは、前日に護民官たちから彼を連行するよう命じられていたアゴラノモスたちを、彼が殴って追い払ったという侮辱行為のゆえであった。
οὐ γὰρ ἑτέρων τινῶν εἶναι τὸν προπηλακισμὸν τὸν εἰς τοὺς ὑπηρέτας σφῶν γενόμενον ἢ τῶν κελευσάντων.
なぜなら、彼らの部下に対してなされた侮辱は、他ならぬ命令を下した者たちに対するものだからである。
§7.35.4καὶ ταῦτʼ εἰπὼν ἐπέταξεν ἄγειν αὐτὸν ἐπὶ τὸν ὑπερκείμενον τῆς ἀγορᾶς λόφον·
こう語ると、彼はマルキウスを、広場を見下ろす丘へと連行するよう命じた。
ἔστι δὲ τὸ χωρίον κρημνὸς ἐξαίσιος, ὅθεν αὐτοῖς ἔθος ἦν βάλλειν τοὺς ἐπιθανατίους.
その場所はすさまじい絶壁であり、そこから死刑囚を投げ落とすのが彼らの習慣であった。
οἱ μὲν οὖν ἀγορανόμοι προσῄεσαν ὡς ἐπιληψόμενοι τοῦ σώματος, οἱ δὲ πατρίκιοι μέγα ἐμβοήσαντες ὥρμησαν ἐπʼ αὐτοὺς ἀθρόοι·
そこで、アゴラノモスたちは彼の身柄を拘束しようと近づいたが、パトリキたちは大声で叫びながら一斉に彼らに襲いかかった。
ἔπειθʼ ὁ δῆμος ἐπὶ τοὺς πατρικίους·
次いで、平民たちがパトリキたちに襲いかかった。
καὶ ἦν πολλὴ μὲν ἔργων ἀκοσμία, πολλὴ δὲ λόγων ὕβρις παρʼ ἀμφοῖν,
そして、両者の間には行動における大きな混乱と、言葉における激しい罵り合いがあった。
§7.35.5ὠθισμοί τε καὶ χειρῶν ἐπιβολαί.
押し合いや掴み合いが起こった。
κατελήφθη δὲ καὶ σωφρονεῖν ἠναγκάσθη τὰ παρακινοῦντα ὑπὸ τῶν ὑπάτων βιασαμένων εἰς μέσους καὶ τοῖς ῥαβδούχοις ἀναστέλλειν κελευσάντων τοὺς ὄχλους·
しかし、この暴動は抑え込まれ、平静を保つことを余儀なくされた。 それは、真ん中に割り入って、警護兵たちに群衆を押し戻すよう命じた執政官たちによってであった。
τοσαύτη ἄρα τῆς ἀρχῆς αἰδὼς ἦν τοῖς τότε ἀνθρώποις, καὶ οὕτω τίμιον τὸ τῆς βασιλικῆς ἐξουσίας μίμημα.
当時ジャーの人々にとって、官職に対する畏敬の念はそれほどまでに大きく、王権の模倣はそれほどまでに尊ばれていたのである。
ἐφʼ οἷς ὁ Σικίννιος ἀδημονῶν καὶ διαταραττόμενος εὐλαβείας τε μεστὸς ὤν, μὴ προσαναγκάσῃ τοὺς διαφόρους τοῖς βιαίοις τὰ βίαια λῦσαι, ἀποστῆναι τʼ οὐκ ἀξιῶν τοῦ ἐγχειρήματος, ἐπειδὴ ἅπαξ ἐπεβάλετο, καὶ μένειν ἐφʼ οἷς ἔκρινεν οὐ δυνατὸς ὤν, πολὺς ἐν τῷ σκοπεῖν, ὅ τι πρακτέον ἦν.
これに対してシキニウスは、苦悩し、また当惑し、敵対者たちに暴力によって暴力を解決することを強いることになりはしないかという恐れに満たされていたが、一度手をつけた以上、企てから退くこともよしとせず、さりとて自分が決意したことを維持する力もなかったため、何をなすべきかを熟考することに没頭した。