Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §7.35.1-7.35.5

西基尼乌斯对马尔基乌斯的死刑判决与冲突

第 537 段,共 962 段 · 希腊语

内容简介

马尔基乌斯傲慢的言论导致群众分裂并引发巨大混乱,护民官西基尼乌斯宣布判处其死死刑并下令将其押往悬崖,从而引发了与贵族的激烈冲突。在执政官干预使事态暂时平息后,西基尼乌斯为下一步的行动深感苦恼。

§7.35.1τοιγάρτοι λέγοντός τʼ αὐτοῦ μεταξὺ πολὺς θόρυβος ἐγίνετο τῇδε καὶ τῇδε θαμινὰ μεθελκομένοις, ὡς ἐν διαφόροις, πλήθεσι καὶ οὐ ταὐτὰ βουλομένοις, τῶν μὲν ἡδομένων ἐπὶ τοῖς λόγοις αὐτοῦ, τῶν δὲ πάλιν ἀχθομένων.
因此,甚至在他说话期间,到处都发生了巨大的骚动,正如在意见分歧、意愿不同的群众中经常发生的那样,人们屡屡被拉向这儿拉向那儿,一些人对他的话感到高兴,另一些人相反则感到气愤。
καὶ ἐπειδὴ ἐπαύσατο λέγων, ἔτι πλείων ἀνέστη βοὴ καὶ θόρυβος.
而当他停止说话时,升起了更加巨大的呼喊和骚动。
§7.35.2οἱ μὲν γὰρ πατρίκιοι κράτιστον ἀνδρῶν λέγοντες ἐπῄνουν αὐτὸν ἐπὶ τῇ παρρησίᾳ καὶ μόνον ἀπέφαινον ἐξ ἁπάντων σφῶν ἐλεύθερον, ὃς οὔτε πολεμίων ἔδεισεν ἐπιόντων ὄχλον οὔτε πολιτῶν αὐθάδεις καὶ παρανόμους ἐκολάκευσεν ὁρμάς· οἱ δὲ δημοτικοὶ δυσανασχετοῦντες ἐπὶ τοῖς ὀνειδισμοῖς βαρὺν καὶ πικρὸν καὶ πολεμίων ἁπάντων ἔχθιστον αὐτὸν ἀπεκάλουν.
因为贵族们称赞他的直言不讳,称他为男子汉中最杰出的一员,并宣布他是他们所有人中唯一的自由人,他既不害怕逼近的敌人群体,也不奉迎公民们傲慢而不法的冲动;而平民们因他的指责而大为恼火,称他为严酷而辛辣的人,是所有敌人中最可恨的。
§7.35.3προθυμίαν δὲ πολλὴν εἶχόν τινες ἤδη, οἷς πολὺ προσῆν τὸ εὐχερές, ἐν χειρῶν αὐτὸν διαφθεῖραι νόμῳ.
而一些极其鲁莽的人,已经抱有强烈的热望,企图用武力之法将他置于死地。
συνήργουν δʼ αὐτοῖς εἰς τοῦτο καὶ συνελάμβανον οἱ δήμαρχοι, καὶ μάλιστα Σικίννιος ἐνεδίδου τοῖς βουλήμασι τὰς ἡνίας.
护民官们在此事上也与他们合作并予以协助,尤其是西基尼乌斯给他们的意愿放开了缰绳。
τελευτῶν γοῦν, ἐπειδὴ πολλὴν αὐτοῦ καταδρομὴν ἐποιήσατο καὶ τοὺς θυμοὺς ἐξέκαυσε τῶν δημοτῶν, πολὺς ἐμπνεύσας τῇ κατηγορίᾳ τέλος ἐξήνεγκεν, ὅτι θάνατον αὐτοῦ καταψηφίζεται τὸ ἀρχεῖον τῆς εἰς τοὺς ἀγορανόμους ὕβρεως ἕνεκεν, οὓς τῇ προτέρᾳ τῶν ἡμερῶν ἄγειν αὐτὸν κελευσθέντας ὑφʼ αὑτῶν τύπτων ἀπήλασεν·
最后,他在对他进行了长篇痛击并点燃了平民们的怒火之后,给指控注入了极大的力量,最终宣布了判决:由于他对按察官们的侮辱,护民官公署判处他死刑。
οὐ γὰρ ἑτέρων τινῶν εἶναι τὸν προπηλακισμὸν τὸν εἰς τοὺς ὑπηρέτας σφῶν γενόμενον ἢ τῶν κελευσάντων.
因为在前一天,按察官们奉护民官之命前去拘捕他时,他却拳打脚踢地将他们赶走;因为对他们下属所施加的侮辱,绝不属于旁人,而属于下达命令的人。
§7.35.4καὶ ταῦτʼ εἰπὼν ἐπέταξεν ἄγειν αὐτὸν ἐπὶ τὸν ὑπερκείμενον τῆς ἀγορᾶς λόφον· ἔστι δὲ τὸ χωρίον κρημνὸς ἐξαίσιος, ὅθεν αὐτοῖς ἔθος ἦν βάλλειν τοὺς ἐπιθανατίους.
说完这些话,他便命令将他押往俯瞰广场的山丘;那地方是一处极险峻的悬崖,从那里将死刑犯投掷下去是他们的习俗。
οἱ μὲν οὖν ἀγορανόμοι προσῄεσαν ὡς ἐπιληψόμενοι τοῦ σώματος, οἱ δὲ πατρίκιοι μέγα ἐμβοήσαντες ὥρμησαν ἐπʼ αὐτοὺς ἀθρόοι· ἔπειθʼ ὁ δῆμος ἐπὶ τοὺς πατρικίους· καὶ ἦν πολλὴ μὲν ἔργων ἀκοσμία, πολλὴ δὲ λόγων ὕβρις παρʼ ἀμφοῖν, §7.35.5ὠθισμοί τε καὶ χειρῶν ἐπιβολαί.
于是,按察官们走上前去准备拘禁他的身体,但贵族们大声呼喊,一齐向他们冲去;随后平民们又向贵族们冲去;双方不仅在行动上极度混乱,在言辞上也充满了极其无礼的谩骂,并发生了推搡和动手。
κατελήφθη δὲ καὶ σωφρονεῖν ἠναγκάσθη τὰ παρακινοῦντα ὑπὸ τῶν ὑπάτων βιασαμένων εἰς μέσους καὶ τοῖς ῥαβδούχοις ἀναστέλλειν κελευσάντων τοὺς ὄχλους· τοσαύτη ἄρα τῆς ἀρχῆς αἰδὼς ἦν τοῖς τότε ἀνθρώποις, καὶ οὕτω τίμιον τὸ τῆς βασιλικῆς ἐξουσίας μίμημα.
然而,这场骚乱被强行制止,并被迫恢复了规矩,这是由于执政官们硬挤进人群中间,并命令他们的侍从官退开群众;当时的人们对官职的敬畏竟是如此之大,而对这王权的摹仿又是如此的尊崇。
ἐφʼ οἷς ὁ Σικίννιος ἀδημονῶν καὶ διαταραττόμενος εὐλαβείας τε μεστὸς ὤν, μὴ προσαναγκάσῃ τοὺς διαφόρους τοῖς βιαίοις τὰ βίαια λῦσαι, ἀποστῆναι τʼ οὐκ ἀξιῶν τοῦ ἐγχειρήματος, ἐπειδὴ ἅπαξ ἐπεβάλετο, καὶ μένειν ἐφʼ οἷς ἔκρινεν οὐ δυνατὸς ὤν, πολὺς ἐν τῷ σκοπεῖν, ὅ τι πρακτέον ἦν.
对此,西基尼乌斯既焦急又慌乱,并且心中充满了疑虑,唯恐逼得对方以暴制暴,但他又不屑于放弃一次已经着手的企图,同时也无力坚持自己已作出的决定,因而陷入了对下一步该怎么做的深思之中。

词汇与语法注释

  1. 7.35.1θαμινὰ μεθελκομένοις — 与格复数现在分词 `μεθελκομένοις`(被拉扯)修饰前置词短语 `ὡς ἐν διαφόροις...` 中的 `πλήθεσι`(与格复数)。
  2. 7.35.3ἐν χειρῶν αὐτὸν διαφθεῖραι νόμῳ — 成语 `ἐν χειρῶν νόμῳ`(字面意思是“在双手的法律中”)指的是诉诸武力、暴力或动用私刑,与合法的司法程序相对立。
  3. 7.35.5κατελήφθη δὲ καὶ σωφρονεῖν ἠναγκάσθη τὰ παρακινοῦντα — 中性复数主语 `τὰ παρακινοῦντα`(“骚动、动荡的事物”)配有第三人称单数动词 `κατελήφθη` 和 `ἠναγκάσθη`。这是典型的“雅典式一致”(Attic agreement),即中性复数主语配单数动词。
  4. 7.35.5εὐλαβείας τε μεστὸς ὤν, μὴ προσαναγκάσῃ — 带 `μή` 的虚拟语气从句(`μὴ προσαναγκάσῃ`)由表示恐惧或警戒的短语 `εὐλαβείας ... μεστὸς ὤν`(“充满忧虑”)引导,起到了表示担忧/害怕的从句作用(“唯恐他强迫”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §7.35.1-7.35.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.35.1-7.35.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。