§7.25.1τοιαῦτʼ εἰπόντος τοῦ Μαρκίου διέστησαν αἱ γνῶμαι τῶν συνέδρων, καὶ θόρυβος ἐν αὐτοῖς ἐγίνετο πολύς.
マルキウスがこのように語ると、議員たちの意見は分かれ、彼らの間に大きな騒ぎが生じた。
οἱ μὲν γὰρ ἐξ ἀρχῆς ἐναντίοι τοῖς δημοτικοῖς καὶ τὰς διαλλαγὰς παρὰ γνώμην ὑπομείναντες, ἐν οἷς ἥ τε νεότης ὀλίγου δεῖν πᾶσα ἦν καὶ τῶν πρεσβυτέρων οἱ πλουσιώτατοί τε καὶ φιλοτιμότατοι, βαρέως φέροντες οἱ μὲν ἐπὶ ταῖς περὶ τὰ συμβόλαια βλάβαις, οἱ δʼ ἐπὶ τῇ περὶ τὰς τιμὰς ἐλαττώσει ἐπῄνουν τὸν ἄνδρα ὡς γενναῖον καὶ φιλόπολιν καὶ τὰ κράτιστα τῷ κοινῷ §7.25.2λέγοντα·
なぜなら、当初から民衆に敵対し、不本意ながら和解を忍んできた者たち――彼らの中には、若者のほぼ全員と、年長者のうちで最も富裕かつ名誉を好む者たちがいたのであるが――は、ある者は契約に関する損失に、またある者は価格制限による不利益に憤りつつ、この男を、気高く、愛国心に満ち、共同体にとって最善のことを語っている者として称賛したからである。
οἱ δὲ δημοτικὰς ἔχοντες τὰς προαιρέσεις τῶν τρόπων καὶ τὸν πλοῦτον οὐ πέρα τοῦ δέοντος ἐκτετιμηκότες τῆς τʼ εἰρήνης οὐδὲν ἀναγκαιότερον ὑπολαμβάνοντες ἤχθοντο τοῖς λεγομένοις ὑπʼ αὐτοῦ καὶ τὴν γνώμην οὐ προσίεντο·
他方で、その気質において民衆に親しい志向を持ち、富を必要以上に重んじず、平和以上に不可欠なものは何もないと考えている者たちは、彼の言葉に憤慨し、その意見を受け入れなかった。
ἠξίουν τε μὴ τοῖς βιαίοις, ἀλλὰ τοῖς εὐγνώμοσι περιεῖναι τῶν ταπεινοτέρων, μηδʼ ἀπρεπές, ἀλλʼ ἀναγκαῖον ἡγεῖσθαι τὸ ἐπιεικές, ἄλλως τε καὶ πρὸς τοὺς συμπολιτευομένους ἐπʼ εὐνοίᾳ γινόμενον·
彼らは、より身分の低い者たちに対して暴力ではなく道理をもって優位に立つべきであり、寛容さを不名誉なことではなく必要なこととみなすべきだと主張した。 特に、同じ国政を担う者たちに対して好意をもってなされる場合には。
μανίαν τʼ ἀπέφαινον αὐτοῦ τὴν συμβουλήν, οὐ παρρησίαν οὐδὲ ἐλευθερίαν.
そして、彼の勧告は率直な発言でも自由でもなく、狂気であると決めつけた。
βραχὺ μὲν οὖν τοῦτο τὸ μέρος καὶ ἀσθενὲς ὂν περιεωθεῖτο ὑπὸ τοῦ βιαιοτέρου.
しかし、この一派は少数かつ脆弱であったため、より強硬な一派によって圧倒された。
§7.25.3ταῦτα δʼ ὁρῶντες οἱ δήμαρχοι· παρῆσαν γὰρ τῷ συνεδρίῳ παρακληθέντες ὑπὸ τῶν ὑπάτων· ἐβόων τε καὶ ἤσπαιρον καὶ τὸν Μάρκιον λυμεῶνα καὶ ὄλεθρον τῆς πόλεως ἀπεκάλουν πονηροὺς διεξιόντα κατὰ τοῦ δήμου λόγους, καὶ εἰ μὴ κωλύσειαν αὐτὸν οἱ πατρίκιοι πόλεμον ἐμφύλιον εἰς τὴν πόλιν εἰσάγοντα θανάτῳ ζημιώσαντες ἢ φυγῇ, αὐτοὶ ποιήσειν τοῦτʼ ἔλεγον.
これを見ていた護民官たち――彼らは執政官たちに招かれて議会に出席していたのだが――は、大声を上げて激昂し、マルキウスを、民衆を害する邪悪な演説を並び立てる、国家の破壊者にして死神であると非難した。 そして、もし貴族たちが彼を死刑か追放に処して、国家に内乱をもたらそうとするのを阻まないならば、自分たちがそれを実行すると述べた。
§7.25.4θορύβου δʼ ἔτι πλείονος ἐπὶ τοῖς λόγοις τῶν δημάρχων γενομένου, καὶ μάλιστʼ ἐκ τῶν νεωτέρων τὰς ἀπειλὰς δυσανασχετούντων ἐπαρθεὶς τούτοις ὁ Μάρκιος αὐθαδέστερον ἤδη καθήπτετο τῶν δημαρχων καὶ θρασύτερον·
護民官たちの言葉によってさらに大きな騒ぎが生じ、とりわけ若者たちがその脅迫に激しく憤慨した。 これに活気づけられたマルキウスは、もはやそれまで以上に傲慢かつ大胆に護民官たちに突っかかった。
εἰ μὴ παύσεσθε μέντοι, λέγων, ταράττοντες τὴν πόλιν ὑμεῖς καὶ ἐκδημαγωγοῦντες τοὺς ἀπόρους, οὐκέτι λόγῳ διοίσομαι πρὸς ὑμᾶς, ἀλλʼ ἔργῳ.
「しかしながら、お前たちが国家を揺るがし、貧民を煽動するのをやめないならば、私はもはやお前たちと言葉で争うのではなく、行動で争うだろう」と言いながら。