Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §7.25.1-7.25.4

马尔基乌斯演说引发的元老院分裂与护民官抗议

第 527 段,共 962 段 · 希腊语

内容简介

马尔基乌斯发言后,元老们的意见发生分歧,青年和富人支持他,而温和派则表示反对。面对护民官们的剧烈抗议,马尔基乌斯以更加傲慢和威胁的态度予以反驳。

§7.25.1τοιαῦτʼ εἰπόντος τοῦ Μαρκίου διέστησαν αἱ γνῶμαι τῶν συνέδρων, καὶ θόρυβος ἐν αὐτοῖς ἐγίνετο πολύς.
马尔基乌斯说完这些话后,元老们的意见发生了分歧,他们当中爆发了巨大的骚动。
οἱ μὲν γὰρ ἐξ ἀρχῆς ἐναντίοι τοῖς δημοτικοῖς καὶ τὰς διαλλαγὰς παρὰ γνώμην ὑπομείναντες, ἐν οἷς ἥ τε νεότης ὀλίγου δεῖν πᾶσα ἦν καὶ τῶν πρεσβυτέρων οἱ πλουσιώτατοί τε καὶ φιλοτιμότατοι, βαρέως φέροντες οἱ μὲν ἐπὶ ταῖς περὶ τὰ συμβόλαια βλάβαις, οἱ δʼ ἐπὶ τῇ περὶ τὰς τιμὰς ἐλαττώσει ἐπῄνουν τὸν ἄνδρα ὡς γενναῖον καὶ φιλόπολιν καὶ τὰ κράτιστα τῷ κοινῷ §7.25.2λέγοντα·
因为那些从一开始就反对平民派、违心接受和解的人——其中几乎包括了所有的青年以及长者中最富有和最渴望名誉的人——他们有的是因契约方面的损失而感到愤怒,有的是因价格方面的损失而感到不平,纷纷称赞这个男人高尚且爱国,并认为他是在为公众利益建言。
οἱ δὲ δημοτικὰς ἔχοντες τὰς προαιρέσεις τῶν τρόπων καὶ τὸν πλοῦτον οὐ πέρα τοῦ δέοντος ἐκτετιμηκότες τῆς τʼ εἰρήνης οὐδὲν ἀναγκαιότερον ὑπολαμβάνοντες ἤχθοντο τοῖς λεγομένοις ὑπʼ αὐτοῦ καὶ τὴν γνώμην οὐ προσίεντο·
而那些在性格上具有平民倾向、且对财富的重视没有超出必要限度、并认为没有什么比和平更为不可或缺的人,则对他的话感到愤慨,不接受他的观点。
ἠξίουν τε μὴ τοῖς βιαίοις, ἀλλὰ τοῖς εὐγνώμοσι περιεῖναι τῶν ταπεινοτέρων, μηδʼ ἀπρεπές, ἀλλʼ ἀναγκαῖον ἡγεῖσθαι τὸ ἐπιεικές, ἄλλως τε καὶ πρὸς τοὺς συμπολιτευομένους ἐπʼ εὐνοίᾳ γινόμενον·
他们主张,不应通过暴力,而应通过合情合理的方式来胜过那些地位较低的人,也不应将宽容视为不体面,而应视为必要的,尤其是在对共同参政的公民抱有善意而为之的时候。
μανίαν τʼ ἀπέφαινον αὐτοῦ τὴν συμβουλήν, οὐ παρρησίαν οὐδὲ ἐλευθερίαν.
他们还断言他的建议是疯狂,既非坦言,亦非自由。
βραχὺ μὲν οὖν τοῦτο τὸ μέρος καὶ ἀσθενὲς ὂν περιεωθεῖτο ὑπὸ τοῦ βιαιοτέρου.
然而,这一派人人数既少又势单力薄,最终被更为强硬的一派所压制。
§7.25.3ταῦτα δʼ ὁρῶντες οἱ δήμαρχοι· παρῆσαν γὰρ τῷ συνεδρίῳ παρακληθέντες ὑπὸ τῶν ὑπάτων· ἐβόων τε καὶ ἤσπαιρον καὶ τὸν Μάρκιον λυμεῶνα καὶ ὄλεθρον τῆς πόλεως ἀπεκάλουν πονηροὺς διεξιόντα κατὰ τοῦ δήμου λόγους, καὶ εἰ μὴ κωλύσειαν αὐτὸν οἱ πατρίκιοι πόλεμον ἐμφύλιον εἰς τὴν πόλιν εἰσάγοντα θανάτῳ ζημιώσαντες ἢ φυγῇ, αὐτοὶ ποιήσειν τοῦτʼ ἔλεγον.
看到这一幕的护民官们——他们因受到执政官们的邀请而出席了会议——大声呼喊并愤怒发作,称马尔基乌斯是城邦的祸害和毁灭者,指责他发表针对平民的恶毒言论;他们还宣称,如果贵族们不通过判处他死刑或予以流放来阻止他将内战引入城邦,他们自己就会动手这样做。
§7.25.4θορύβου δʼ ἔτι πλείονος ἐπὶ τοῖς λόγοις τῶν δημάρχων γενομένου, καὶ μάλιστʼ ἐκ τῶν νεωτέρων τὰς ἀπειλὰς δυσανασχετούντων ἐπαρθεὶς τούτοις ὁ Μάρκιος αὐθαδέστερον ἤδη καθήπτετο τῶν δημαρχων καὶ θρασύτερον· εἰ μὴ παύσεσθε μέντοι, λέγων, ταράττοντες τὴν πόλιν ὑμεῖς καὶ ἐκδημαγωγοῦντες τοὺς ἀπόρους, οὐκέτι λόγῳ διοίσομαι πρὸς ὑμᾶς, ἀλλʼ ἔργῳ.
由于护民官们的话引起了更大的骚动,尤其是年轻人们对这些威胁感到极其愤怒,马尔基乌斯受此鼓舞,现在更加傲慢和大胆地反驳护民官们,说道:“但是,如果你们不停止扰乱城邦、煽动穷人,我将不再用言语与你们相争,而是用行动。 ”

词汇与语法注释

  1. 7.25.2λέγοντα — 此分词直接完成了 ἐπῄνουν τὸν ἄνδρα ὡς ...(称赞这个男人是……的)的句法结构,与 τὸν ἄνδρα 一致,并以修饰前一节(§7.25.1)末尾的短语 τὰ κράτιστα τῷ κοινῷ(为了公众利益最善之事)作为其宾语。虽然因章节划分而被隔开,但在句法上与主动词 ἐπῄνουν 紧密相连。
  2. 7.25.2περιεῖναι τῶν ταπεινοτέρων — 动词 περίειμι(优于、战胜)支配比较属格 τῶν ταπεινοτέρων(地位较低的人)。手段与格 τοῖς βιαίοις(通过暴力)和 τοῖς εὐγνώμοσι(通过合情合理的方式)修饰该动词。
  3. 7.25.3εἰ μὴ κωλύσειαν — 由过去时主动词 ἔλεγον(说)引导的间接引语中的条件从句。直接引语中的将来条件(“如果不阻止”,原为 ἐὰν μὴ κωλύσητε 或 εἰ μὴ κωλύσετε)由于主句动词为过去时而转变为希求语气(间接引语希求语气)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §7.25.1-7.25.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.25.1-7.25.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。