§7.24.1καιρὸς δʼ ὁ παρὼν οἷος οὐχ ἕτερος, εἴπερ γʼ ἄρχεσθαι μέλλετε σωφρονεῖν, ἐν ᾧ κεκάκωται αὐτῶν τὸ πλεῖστον μέρος ὑπὸ τοῦ λιμοῦ, καὶ τὸ λοιπὸν οὐκ ἂν ἔτι δύναιτο πολὺν ἀντισχεῖν χρόνον ὑπʼ ἀχρηματίας, εἰ σπανίους τε καὶ τιμίας ἔχοι τὰς ἀγοράς·
もし諸君が分別を持ち始めようとするならば、現在こそがこれ以上ない好機である。 そこにおいて、彼らの大部分は飢饉によって打ちのめされており、もし諸君が市場を品薄かつ高価な状態に保つならば、残りの者たちも資金不足のためにもはや長い間持ちこたえることはできないであろう。
ἀναγκασθήσονται δʼ οἱ μὲν κάκιστοι καὶ οὐδέποτε τῇ ἀριστοκρατίᾳ χαίροντες ἐκλιπεῖν τὴν πόλιν, οἱ δʼ ἐπιεικέστεροι πολιτεύεσθαι κοσμίως μηθὲν ἔτι ἐνοχλοῦντες ὑμῖν.
そうすれば、最も卑劣で、決して貴族政を喜ばない者たちは国を去ることを余儀なくされ、より穏健な者たちは、もはや諸君を一切煩わせることなく、秩序正しく国政に参加するようになるであろう。
§7.24.2τάς τʼ οὖν ἀγορὰς διὰ φυλακῆς ἔχετε, καὶ τῆς τιμῆς τῶν ὠνίων μηθὲν ἀνίετε, ἀλλʼ ὅσου πλείστου ποτὲ ἦν τὰ ὤνια, τοσούτου καὶ νῦν αὐτὰ πωλεῖν ψηφίσασθε δικαίας ἀφορμὰς ἔχοντες καὶ προφάσεις εὐλόγους τήν τʼ ἀχάριστον τοῦ δήμου καταβοήν, ὡς ὐφʼ ἡμῶν κατασκευασθείσης τῆς σιτοδείας, ἣ διὰ τὴν ἀπόστασιν τὴν ἐκείνων ἐγένετο καὶ τὴν καταφθοράν, ἣν ἐποιήσαντο, τῆς γῆς, ἄγοντες αὐτὴν καὶ φέροντες ὥσπερ πολεμίαν, καὶ τὰς ἐξαιρεθείσας ἐκ τοῦ δημοσίου δαπάνας εἰς τοὺς ἀποσταλέντας ἐπὶ τὴν σιτωνίαν ἄνδρας, καὶ ἄλλα πολλά τινʼ, ἃ ἠδίκησθε ὑπʼ αὐτῶν·
それゆえ、市場を監視下に置き、売り物の価格を一切下げてはならない。 そうではなく、売り物がかつて最も高価であった時の価格で、今もそれらを販売することを議決してほしい。 諸君には正当な根拠と妥当な口実がある。 すなわち、食料不足は我々によって仕組まれたものだという、民衆によるあの恩知らずな非難――実際には、それは彼らの離反と、彼らが土地を敵地のように略奪し破壊したことによって生じたのであるが――、また、穀物買い付けのために派遣された者たちのために公庫から支出された費用、そして彼らによって諸君が被った他の多くの不義である。
ἵνα καὶ γνῶμεν ἤδη, τί ποτʼ ἐστὶν ἐκεῖνο τὸ δεινόν, ὃ διαθήσουσιν ἡμᾶς, ἂν μὴ ποιῶμεν ἅπαντα τῷ δήμῳ τὰ καθʼ ἡδονάς, ὡς οἱ δημαγωγοὶ αὐτῶν δεδιττόμενοι ἔλεγον.
それは、もし我々が民衆の意のままにすべてを行わないならば、彼らが我々に加えるであろうあの恐るべきこととは、いったい何であるのかを、我々がついに知るためである。 彼らの民衆指導者たちが、脅かしながら語っていたように。
§7.24.3εἰ δʼ ἀφήσετε καὶ τοῦτον ἐκ τῶν χειρῶν τὸν καιρόν, πολλάκις εὔξεσθε τοιούτου τυχεῖν ἑτέρου·
しかし、もし諸君がこの好機をも手から放してしまうなら、二度とこのような別の機会を得られるよう、何度も祈ることになるだろう。
καὶ εἰ γνοίη τοῦθʼ ὁ δῆμος, ὅτι βουληθέντες καταλύειν αὐτοῦ τὴν ἰσχὺν ἀπετράπεσθε, πολὺ μᾶλλον ὑμῖν βαρὺς ἐγκείσεται, πολέμιον μὲν τὸ βουλόμενον ὑμῶν ἡγούμενος, δειλὸν δὲ τὸ μὴ δυνάμενον.
そして、もし民衆がこのこと、すなわち諸君が彼らの力を崩壊させようと欲しながらも思いとどまったということを知るならば、彼らははるかに重く諸君にのしかかってくるだろう。 諸君のうち、そう欲した部分を敵対的とみなし、実行できなかった部分を臆病とみなして。