§7.16.1ἐδικαίουν δʼ οἱ μὲν ὕπατοι τὴν κρείττονα ἔχοντες ἐξουσίαν ἁπάντων ἄρχειν τῶν ἐν τῇ πόλει, οἱ δὲ δήμαρχοι τὴν ἐκκλησίαν ἑαυτῶν εἶναι χωρίον ὥσπερ ἐκείνων τὴν βουλήν, καὶ ὁπόσα ἐπὶ τοῖς δημόταις ἦν κρίνειν τε καὶ ψηφίζεσθαι, τούτων αὐτοὶ πᾶν ἔχειν τὸ κρίτος.
執政官たちは、自分たちがより優れた権限を持っているのだから、市内のあらゆる人々を支配するのが正当であると主張した。 他方、護民官たちは、彼らにとっての元老院がそうであるように、民会は自分たちの領域であり、平民に関わる事柄について判断し議決すべきすべてにおいて、自分たちがその最終決定権を有すべきだと主張した。
συνηγωνίζετο δὲ τοῖς μὲν ἡ πληθὺς ἐπιβοῶσα καὶ ὁμόσε χωρεῖν, εἰ δέοι, τοῖς κωλύουσι παρεσκευασμένη, τοῖς δʼ ὑπάτοις οἱ πατρίκιοι συστρέψαντες αὑτούς.
そして民衆は、叫び声を上げ、必要とあらば妨害する者たちと直接対決する準備を整えて、護民官たちを支援し、他方パトリキたちは結束して執政官たちを擁護した。
§7.16.2ἐγίνετο δὲ πολὺς ἀγὼν περὶ τοῦ μὴ εἶξαι ἑκατέροις, ὡς ἐν μιᾷ τῇ τότε ἥττῃ παραχωρουμένης τῆς εἰς τὸν λοιπὸν χρόνον ἑκατέρων δικαιώσεως.
互いに譲歩しないことをめぐり激しい対立が続いた。 というのも、その時のたった一度の敗北によって、将来にわたる双方の権利主張が譲り渡されてしまうかのように考えられたからである。
ἥλιός τε περὶ καταφορὰν ἦν ἤδη, καὶ συνέτρεχεν ἐκ τῶν οἰκιῶν τὸ ἄλλο πλῆθος εἰς τὴν ἀγοράν, καὶ ἔμελλον, εἰ νὺξ ἐπιλαμβάνοι τὴν ἔριν, εἰς πληγάς τε καὶ λίθων χωρήσειν βολάς.
日はすでに傾きかけており、家々から他の多くの群衆が広場へと駆け集まってきており、もし夜になってもこの争いが続くなら、殴り合いや石の投げ合いに発展しかねない状況であった。
§7.16.3ἵνα δὴ μὴ τοῦτο γένοιτο, προελθὼν ὁ Βροῦτος τοὺς ὑπάτους ἠξίου δοῦναι λόγον αὐτῷ, παύσειν ὑπισχνούμενος τὴν στάσιν.
これを防ぐために、進み出たブルトゥスは、対立を静めることを約束しつつ、執政官たちに自分に発言権を与えるよう求めた。
κἀκεῖνοι δόξαντες σφίσι παρακεχωρῆσθαι, ὅτι τῶν δημάρχων παρόντων οὐ παρʼ ἐκείνων ὁ δημαγωγὸς ᾐτήσατο τὴν χάριν, ἐπιτρέπουσιν αὐτῷ λέγειν.
執政官たちは、護民官たちがその場にいるにもかかわらず、この民衆先導者が彼らではなく自分たちにその許可を求めたことから、自分たちの優位が認められたと考えて、彼に発言を許した。
σιωπῆς δὲ γενομένης ἄλλο μὲν οὐδὲν ὁ Βροῦτος εἶπεν, ἠρώτησε δὲ τοὺς ὑπάτους τοιάνδε τινὰ §7.16.4ἐρώτησιν·
静寂が戻ると、ブルトゥスは他には何も言わず、執政官たちに次のような問いを投げかけた。
ἆρά γʼ, ἔφη, μέμνησθʼ, ὅτι διαλυομένοις ἡμῖν τὴν στάσιν τοῦτο συνεχωρήθη τὸ δίκαιον ὑφʼ ὑμῶν, ὅταν οἱ δήμαρχοι συναγάγωσι τὸν δῆμον ὑπὲρ ὁτουδήτινος, μὴ παρεῖναι τῇ συνόδῳ τοὺς πατρικίους μηδʼ ἐνοχλεῖν;
「あなたがたは、私たちが内訌を解決するにあたり、あなた方からこの権利が承認されたことを覚えていますか。 すなわち、護民官が何らかの件で平民を召集するときには、パトリキたちはその集会に出席してはならず、妨害してもならないという権利を。
μεμνήμεθʼ, ἔφησεν ὁ Γεγάνιος.
」「覚えている」とゲガニウスは言った。
καὶ ὁ Βροῦτος ὑποφέρει·
するとブルトゥスはたたみかけた。
τί οὖν παθόντες ἐμποδὼν ἵστασθʼ ἡμῖν καὶ οὐκ ἐᾶτε τοὺς δημάρχους ἃ βούλονται λέγειν;
「それでは、どういうわけであなた方は私たちの行く手を遮り、護民官たちが言いたいことを言うのを許さないのですか。
ἀποκρίνεται πρὸς ταῦθʼ ὁ Γεγάνιος·
」これに対してゲガニウスは答えた。
ὅτι οὐκ αὐτοὶ συνεκάλεσαν τὸν δῆμον εἰς τὴν ἐκκλησίαν, ἀλλʼ ἡμεῖς οἱ ὕπατοι.
「なぜなら、彼ら自身が平民を民会に召集したのではなく、私たち執政官が召集したからだ。
εἰ μὲν οὖν ὑπὸ τούτων ἡ σύνοδος ἐγένετο, οὐθὲν ἂν ἠξιοῦμεν οὔτε κωλύειν οὔτε πολυπραγμονεῖν·
したがって、もし集会が彼らによって開かれたのであれば、私たちは妨害することも干渉することもしようとは思わなかった。
ἐπειδὴ δʼ ἡμεῖς συνηγάγομεν τὴν ἐκκλησίαν, οὐχὶ τούτους ἀγορεύειν κωλύομεν, ἀλλʼ ὑπὸ τούτων αὐτοὶ §7.16.5κωλύεσθαι οὐ δικαιοῦμεν.
しかし、私たちが民会を召集した以上、私たちは彼らが発言するのを妨げているのではなく、彼らによって私たち自身が妨げられるのを容認できないと言っているのだ。
καὶ ὁ Βροῦτος ὑποτυχών·
」するとブルトゥスは遮って言った。
νικῶμεν, ἔφησεν, ὦ δημόται, καὶ παρακεχώρηται ἡμῖν ὑπὸ τῶν διαφόρων ὅσα ἠξιοῦμεν.
「市民諸君、我々の勝利だ! 対立相手たちによって、我々が求めていた事柄がすべて認められた。
νῦν μὲν οὖν ἄπιτε καὶ παύσασθε φιλονεικοῦντες·
だから今は引き払い、争いをやめなさい。
αὔριον δʼ ὑμῖν ὑπισχνοῦμαι φανερὰν ποιήσειν ὅσην ἔχετε ἰσχύν.
明日、諸君がどれほどの力を持っているかを明らかにすることを約束しよう。
καὶ ὑμεῖς γʼ, ὦ δήμαρχοι, παραχωρήσατε αὐτοῖς τῆς ἀγορᾶς ἐν τῷ παρόντι·
そして護民官の皆さん、現時点では彼らに広場を譲りなさい。
οὐ γὰρ εἰς τέλος παραχωρήσετε·
永久に譲るわけではないのだから。
μαθόντες δʼ ὅσον ἔχει κράτος ὑμῶν ἡ ἀρχή· γνώσεσθε γὰρ οὐκ εἰς μακράν·
あなたがたの職権がどれほどの威力を持っているかを知り、間もなく理解することになるだろう。
ἐγὼ τοῦθʼ ὑμῖν ὑποδέχομαι ποιήσειν φανερόν·
私はこれをあなたがたに明らかにすることをお引き受けしよう。
μετριωτέραν αὐτῶν ἀποδώσετε τὴν ὑπερηφανίαν.
そうすれば、彼らの傲慢さをより和らげることができるだろう。
ἐὰν δὲ φενακίζων ὑμᾶς εὑρεθῶ, χρήσασθʼ ὅ τι βούλεσθέ μοι.
もし私があなたがたを騙していることが分かったなら、私をどうなりと好きなように処するがよい。 」