§7.15.1οἱ δʼ ὕπατοι τῇ κατόπιν ἡμέρᾳ συνεκάλουν τὴν βουλὴν περίφοβοι ὄντες ἐπὶ τοῖς καινοτομουμένοις καὶ τὴν τοῦ Βρούτου δημοκοπίαν εἰς μέγα τι κακὸν ἀποσκήψειν οἰόμενοι.
翌日、執政官たちは、新たな不穏な動きを恐れ、またブルトゥスの大衆煽動が何か重大な災いを招くことになると考えて、元老院を召集した。
πολλοὶ μὲν δὴ καὶ παντοδαποὶ ὑπό τʼ αὐτῶν ἐκείνων ἐρρήθησαν ἐν τῷ συνεδρίῳ λόγοι καὶ ὑπὸ τῶν ἄλλων πρεσβυτέρων, τῶν μὲν οἰομένων δεῖν θεραπεύειν τὸν δῆμον ἁπάσῃ εὐπροσηγορίᾳ λόγων καὶ ὑποσχέσει ἔργων καὶ τοὺς ἡγεμόνας αὐτοῦ μετριωτέρους παρασκευάζειν, τιθέντας εἰς μέσον τὰ πράγματα καὶ μετὰ σφῶν ὑπὲρ τοῦ κοινῇ συμφέροντος παρακαλοῦντας σκοπεῖν.
実に多くの、そして多種多様な意見が、彼ら自身によっても、また他の長老議員たちによっても議場で述べられた。 一方の側は、あらゆる愛想の良い言葉と行動の約束によって平民を懐柔し、彼らの指導者たちをより穏健にさせるべきだと考えており、事態を公に開示し、共同の利益のために自分たちと共に検討するよう平民に求めていた。
§7.15.2τῶν δὲ μηθὲν ἐνδιδόναι μαλακὸν συμβουλευόντων πρὸς ὄχλον αὐθάδη καὶ ἀμαθῆ ἢ θρασεῖάν τε καὶ ἀνύποιστον δημοκόπων ἀνθρώπων μανίαν, ἀλλʼ ἀπολογεῖσθαι μέν, ὡς οὐδὲν εἴη τῶν γεγονότων παρὰ τῶν πατρικίων αἴτιον, καὶ ὑπισχνεῖσθαι πρόνοιαν ἕξειν τοῦ κακοῦ τὴν δυνατήν, τοῖς δὲ ταράττουσι τὸν δῆμον ἐπιτιμᾶν καὶ προαγορεύειν, ὡς εἰ μὴ παύσονται τὴν στάσιν ἀναρριπίζοντες ἀξίας τίσουσι δίκας.
他方の側は、強硬で無知な群衆や、あるいは不届きで耐えがたい大衆煽動家たちの狂気に対して、決して弱腰な譲歩を見せてはならず、むしろ一方で、起きたことの中にパトリキ側の責任は一切ないと弁明し、この災難に対してできる限りの対策を講じることを約束する一方、平民を惑わす者たちを非難し、もし彼らが党派争いを煽り立てるのをやめないなら、相応の罰を受けることになると警告すべきだと勧告した。
§7.15.3ταύτης ἡγεῖτο τῆς γνώμης Ἄππιος, καὶ ἦν ἡ νικῶσα αὕτη πολλῆς ἐμπεσούσης πάνυ τοῖς συνέδροις φιλονεικίας·
アッピウスがこの意見を主導し、議員たちの間で非常に激しい対立が生じた末に、これが多数を占めた。
ὥστε καὶ τὸν δῆμον ὑπὸ τῆς βοῆς αὐτῶν ἐξακουομένης ἐπὶ πολὺ ταραχθέντα συνδραμεῖν ἐπὶ τὸ βουλευτήριον, καὶ πᾶσαν ὀρθὴν ἐπὶ τῇ προσδοκίᾳ §7.15.4γενέσθαι τὴν πόλιν.
そのため、平民たちも議員たちの怒号が遠くまで聞こえてきたことで大いに動揺し、議事堂へと駆け寄り、町中が今後の展開を予期して緊迫した状態になった。
μετὰ δὲ τοῦθʼ οἱ μὲν ὕπατοι προελθόντες συνεκάλουν τὸν δῆμον εἰς ἐκκλησίαν·
その後、執政官たちは前に進み出て、平民を民会へと召集した。
ἦν δʼ οὐ πολὺ τῆς ἡμέρας ἔτι τὸ λειπόμενον· καὶ παρελθόντες ἐπειρῶντο τὰ δόξαντα σφίσιν ἐν τῇ βουλῇ λέγειν.
一日の残り時間はもうあまりなかったが、彼らは進み出て、元老院において自らの方針として決定した事柄を述べようと試みた。
ἐνίσταντο δʼ αὐτοῖς οἱ δήμαρχοι, καὶ οὐκ ἦν ἐν μέρει οὐδʼ ἐν κόσμῳ γινόμενος παρʼ ἀμφοῖν ὁ λόγος.
しかし、護民官たちが彼らに立ちはだかり、両者による発言は順序正しくも秩序正しくも行われなかった。
ἐβόων γὰρ ἅμα καὶ ἐξέκλειον ἀλλήλους, ὥστε μὴ ῥᾴδιον εἶναι τοῖς παροῦσι τὰς διανοίας αὐτῶν συνιδεῖν.
彼らは同時に大声を上げ、互いの発言を遮り合ったため、居合わせた人々にとって彼らの意図を理解することは容易ではなかったからである。