§7.15.1οἱ δʼ ὕπατοι τῇ κατόπιν ἡμέρᾳ συνεκάλουν τὴν βουλὴν περίφοβοι ὄντες ἐπὶ τοῖς καινοτομουμένοις καὶ τὴν τοῦ Βρούτου δημοκοπίαν εἰς μέγα τι κακὸν ἀποσκήψειν οἰόμενοι.
执政官们在次日召集了元老院会议,他们对这些新出现的变故深感恐惧,并认为布鲁图斯的蛊惑人心将导致某种巨大的灾难。
πολλοὶ μὲν δὴ καὶ παντοδαποὶ ὑπό τʼ αὐτῶν ἐκείνων ἐρρήθησαν ἐν τῷ συνεδρίῳ λόγοι καὶ ὑπὸ τῶν ἄλλων πρεσβυτέρων, τῶν μὲν οἰομένων δεῖν θεραπεύειν τὸν δῆμον ἁπάσῃ εὐπροσηγορίᾳ λόγων καὶ ὑποσχέσει ἔργων καὶ τοὺς ἡγεμόνας αὐτοῦ μετριωτέρους παρασκευάζειν, τιθέντας εἰς μέσον τὰ πράγματα καὶ μετὰ σφῶν ὑπὲρ τοῦ κοινῇ συμφέροντος παρακαλοῦντας σκοπεῖν.
在议事堂中,无论是执政官他们自己还是其他年长的议员,都发表了许多且各不相同的言论。 其中一派人认为应当用极其温和的言辞和行动的许诺来安抚平民,使他们的领袖变得更加温和,将事情公开,并邀请他们与自己一同为了共同利益而共同商讨。
§7.15.2τῶν δὲ μηθὲν ἐνδιδόναι μαλακὸν συμβουλευόντων πρὸς ὄχλον αὐθάδη καὶ ἀμαθῆ ἢ θρασεῖάν τε καὶ ἀνύποιστον δημοκόπων ἀνθρώπων μανίαν, ἀλλʼ ἀπολογεῖσθαι μέν, ὡς οὐδὲν εἴη τῶν γεγονότων παρὰ τῶν πατρικίων αἴτιον, καὶ ὑπισχνεῖσθαι πρόνοιαν ἕξειν τοῦ κακοῦ τὴν δυνατήν, τοῖς δὲ ταράττουσι τὸν δῆμον ἐπιτιμᾶν καὶ προαγορεύειν, ὡς εἰ μὴ παύσονται τὴν στάσιν ἀναρριπίζοντες ἀξίας τίσουσι δίκας.
另一派人则建议对执拗且无知的群众,或者对那些胆大妄为、不可容忍的蛊惑人心之徒的狂妄,绝不作任何软弱的妥协,而是一方面进行辩护,表明所发生的一切并非因贵族之过,并承诺将尽力应对这一灾祸,另一方面则斥责那些扰乱平民的人,并警告他们,如果他们不停止煽动内讧,将受到应有的惩罚。
§7.15.3ταύτης ἡγεῖτο τῆς γνώμης Ἄππιος, καὶ ἦν ἡ νικῶσα αὕτη πολλῆς ἐμπεσούσης πάνυ τοῖς συνέδροις φιλονεικίας· ὥστε καὶ τὸν δῆμον ὑπὸ τῆς βοῆς αὐτῶν ἐξακουομένης ἐπὶ πολὺ ταραχθέντα συνδραμεῖν ἐπὶ τὸ βουλευτήριον, καὶ πᾶσαν ὀρθὴν ἐπὶ τῇ προσδοκίᾳ §7.15.4γενέσθαι τὴν πόλιν.
阿皮乌斯主导了这一意见,并且在议员们陷入极大的争执之后,这一意见最终占了上风;以至于平民也因听到很远传来的他们的叫喊声而大为不安,聚集奔向元老院,全城因对未来的期待而处于高度紧张的状态。
μετὰ δὲ τοῦθʼ οἱ μὲν ὕπατοι προελθόντες συνεκάλουν τὸν δῆμον εἰς ἐκκλησίαν·
此后,执政官们走上前来,召集平民举行大会。
ἦν δʼ οὐ πολὺ τῆς ἡμέρας ἔτι τὸ λειπόμενον· καὶ παρελθόντες ἐπειρῶντο τὰ δόξαντα σφίσιν ἐν τῇ βουλῇ λέγειν.
此时一天的剩余时间已不多,他们走上前去,试图宣读他们在元老院中决定的事项。
ἐνίσταντο δʼ αὐτοῖς οἱ δήμαρχοι, καὶ οὐκ ἦν ἐν μέρει οὐδʼ ἐν κόσμῳ γινόμενος παρʼ ἀμφοῖν ὁ λόγος.
然而,护民官们阻止了他们,双方的发言既没有轮流进行,也没有任何秩序。
ἐβόων γὰρ ἅμα καὶ ἐξέκλειον ἀλλήλους, ὥστε μὴ ῥᾴδιον εἶναι τοῖς παροῦσι τὰς διανοίας αὐτῶν συνιδεῖν.
因为他们同时高声呼喊并互相打断,以至于在场的人很难看清他们的意图。