§7.14.1ἐγένετο δʼ οὐδὲν τῶν ἐκ λογισμοῦ τοῖς πατρικίοις κατὰ γοῦν τὴν ἐλπίδα λωφήσειν τὴν στάσιν, ἀλλʼ οἱ περιλειφθέντες ἔτι χείρους ταῖς ὀργαῖς ἦσαν καὶ πολλῇ τῇ καταβοῇ τῶν βουλευτῶν ἐχρῶντο κατά τε συστροφὰς καὶ ἑταιρίας, ὀλίγοι μὲν συνιόντες τὸ πρῶτον, ἔπειτʼ ἀθρόοι συντονωτέρας ἤδη γινομένης τῆς ἀπορίας καὶ συνδραμόντες εἰς τὴν ἀγορὰν τοὺς δημάρχους ἐβόων.
しかし、パトリキたちの計算通りに事態が進むことはなく、少なくとも党派争いが沈静化するという期待に関しては、そうはならなかった。 むしろ、あとに残された人々は怒りをさらに募らせ、集会や派閥ごとに元老院議員たちに対して激しい非難を浴びせていた。 最初は少人数で集まっていたが、その後、困窮がいっそう深刻になる中で一斉に集まり、広場へと駆けつけて、護民官たちを大声で呼び求めた。
§7.14.2συναχθείσης δʼ ὑπʼ αὐτῶν ἐκκλησίας παρελθὼν Σπόριος Σικίνιος, ὃς ἦν τοῦ ἀρχείου τότε ἡγεμών, αὐτός τε πολὺς ἔρρει κατὰ τῆς βουλῆς αὔξων ὡς μάλιστʼ ἐνῆν τὸν κατʼ αὐτῆς φθόνον, καὶ τοὺς ἄλλους ἠξίου λέγειν ἃ φρονοῦσιν εἰς τὸ κοινόν, μάλιστα δὲ τὸν Σικίνιον καὶ τὸν Βροῦτον ἀγορανόμους τότʼ ὄντας ἀνακαλῶν ἑκάτερον ἐξ ὀνόματος, οἳ καὶ τῆς πρώτης ἀποστάσεως τῷ δήμῳ ἦρξαν, καὶ τὴν δημαρχικὴν ἐξουσίαν εἰσηγησάμενοι πρῶτοι αὐτῆς ἔτυχον.
護民官たちによって民会が召集されると、当時その官職の長であったスポリオス・シキニオスが進み出て、自らも元老院に対して言葉を尽くして激しく攻撃し、元老院に対する反感をできる限り煽り立てた。 そして他の人々にも、自分たちの考えていることを公に向けて述べるよう求め、特に、当時アゴラノモスであったシキニオスとブルトゥスの二人をそれぞれ名前で呼び出した。 彼らは、平民による最初の離反をも指導し、護民官の権限を導入して、自ら最初にその職に就いた者たちであった。
§7.14.3παρελθόντες δʼ οὗτοι τοὺς κακοηθεστάτους τῶν λόγων ἐκ πολλοῦ παρεσκευασμένοι διεξῄεσαν, ἃ τοῖς πολλοῖς ἀκούειν ἦν βουλομένοις, ὡς ἐκ προνοίας τε καὶ ἐπιβουλῆς ὑπὸ τῶν πλουσίων γένοιθʼ ἡ περὶ τὸν σῖτον ἀπορία, ἐπειδὴ τὴν ἐλευθερίαν ἀκόντων ἐκείνων ὁ δῆμος ἐκ τῆς ἀποστάσεως εὕρετο.
この者たちは進み出ると、かねてより用意していた最も悪意に満ちた言葉を詳細に語った。 それは多くの者が聞きたがっていたことであった。 すなわち、富裕な者たちの意図的な計画と陰謀によって、穀物の不足が生じたのだと。 それは、彼らの意に反して、平民が離反によって自由を手に入れたからであるという主張であった。
§7.14.4ἰσομοιρεῖν τʼ οὐδὲ κατὰ μικρὸν ἀπέφαινον τῆς συμφορᾶς τοῖς πένησι τοὺς εὐπόρους·
また、富裕な者たちが、貧しい者たちと災厄を少しも分かち合っていないと指摘した。
ἐκείνοις μὲν γὰρ εἶναι καὶ τροφὰς ἐν ἀφανεῖ ἀποκειμένας καὶ χρήματα, οἷς ὠνούμενοι τὰς ἐπεισάκτους ἀγορὰς ἐν πολλῇ ὑπεροψίᾳ ἦσαν τοῦ κακοῦ, τοῖς δὲ δημόταις ἀμφότερα ταῦτʼ ἀπόρως ἔχειν·
というのも、彼らには隠された場所に蓄えられた食糧も金銭もあり、それらを使って輸入される物資を購入することで、災厄を大いに見下していたのに対し、平民にはその両方が欠けているからである。
τήν τʼ ἀποστολὴν τῶν κληρούχων, ἣν ἐποιήσαντο εἰς νοσερὰ χωρία, ἐκβολὴν ἀποφαίνοντες εἰς προφανῆ καὶ μακρῷ χείρονα ὄλεθρον, αὔξοντες ὡς μάλιστα δυνατοὶ ἦσαν τῷ λόγῳ τὰ δεινά, καὶ τί πέρας ἔσται τῶν κακῶν ἀξιοῦντες μαθεῖν, ὑπομιμνήσκοντές τε τῶν παλαιῶν αὐτοὺς αἰκισμῶν, οἷς ὑπὸ τῶν πλουσίων ἔτυχον αἰκισθέντες, καὶ §7.14.5τἆλλα τὰ ὅμοια τούτοις κατὰ πολλὴν ἄδειαν διεξιόντες.
さらに、不健康な土地へと行われた植民者の派遣を、明らかな、そしてはるかに悲惨な破滅への追放であると主張し、言論によってその惨状をできる限り大げさに語り、この不幸の結末がどうなるのかを知らせるよう求め、また、かつて富裕な者たちから受けることになった昔の虐待を彼らに思い出させ、これらに類するその他のことを、処罰を恐れることなく詳細に語った。
τελευτῶν δʼ ὁ Βροῦτος εἰς ἀπειλήν τινα τοιάνδε κατέκλεισε τὸν λόγον, ὡς εἰ βουληθεῖεν αὐτῷ πείθεσθαι διὰ ταχέων προσαναγκάσων τοὺς ἐκκαύσαντας τὸ δεινὸν καὶ κατασβέσαι.
最後にブルトゥスは、もし自分に従う意志があるなら、この惨状を煽り立てた者たちに、速やかにそれを消し止めさせるだろう、という脅しのような言葉で演説を締めくくった。
ἡ μὲν δὴ ἐκκλησία διελύετο.
こうして民会は解散した。