Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §7.13.1-7.13.5

ウェリトラエとノルバへの植民団の強制派遣

515 / 962 箇所 · ギリシア語

要旨

ローマ人はウェリトラエへの植民派遣を決定するが、平民が疫病を恐れて拒否し内紛が再燃する。元老院は全市民から抽選する強制措置をとり、ウェリトラエとノルバへ植民団を派遣した。

§7.13.1ταῦτα τοῖς Ῥωμαίοις μαθοῦσι τῆς μὲν συμφορᾶς οἶκτος εἰσῄει, καὶ οὐδὲν ᾤοντο δεῖν τοῖς ἐχθροῖς ἐπὶ τοιαύταις τύχαις μνησικακεῖν, ὡς ἱκανὰς δεδωκόσι τοῖς θεοῖς ὑπὲρ σφῶν δίκας ἀνθʼ ὧν ἔμελλον δράσειν·
ローマ人たちはこれを知ると、その災厄に対して哀れみの念を抱き、このような境遇にある敵に対して恨みを抱き続ける必要は全くないと考えた。 彼らは、敵がこれから行おうとしていたことの代わりに、神々に対して自分たちのために十分な罰を支払ったのだと考えたからである。
Οὐελίτρας δὲ παραλαμβάνειν ἐδόκει κληρούχων οὐκ ὀλίγων ἀποστολῇ πολλὰ τὰ συμφέροντα ἐκ τοῦ πράγματος ἐπιλογιζομένοις.
一方、多くの植民者を派遣してウェリトラエを受け入れることは、その計画から多くの利益がもたらされると考慮する彼らにとって、得策であると思われた。
§7.13.2τό τε γὰρ χωρίον ἱκανὸν εἶναι ἐφαίνετο φυλακῇ ἀξιόχρεῳ καταληφθὲν οἷς ἂν νεωτερίζειν ἢ παρακινεῖν τι βουλομένοις ᾖ μέγα κώλυμα καὶ ἐμπόδιον εἶναι·
というのも、その地は、十分な守備隊によって占領されれば、いかなる変革や反乱を望む者たちにとっても、大きな障害となり阻みとなるに十分であると思われたからである。
ἥ τʼ ἀπορία τῆς τροφῆς ἡ κατέχουσα τὴν πόλιν οὐ παρʼ ὀλίγον μετριωτέρα γενήσεσθαι ὑπωπτεύετο, εἰ μετασταίη τις ἐξ αὐτῆς ἀπὸ τοῦ πλήθους μοῖρα ἀξιόλογος.
また、市を襲っている食糧不足も、民衆の中からかなりの割合がそこから移住すれば、少なからず緩和されるであろうと予想された。
μάλιστα δʼ ἡ στάσις ἀναρριπιζομένη, πρὶν ἢ πεπαῦσθαι καλῶς ἔτι τὴν προτέραν, §7.13.3ἐνῆγεν αὐτοὺς ψηφίζεσθαι τὸν ἀπόστολον.
しかし何よりも、前回の党派争いがまだ十分におさまらないうちに再び煽り立てられていた党派争いが、彼らに植民派遣を議決するよう促した。
πάλιν γάρ, ὥσπερ καὶ πρότερον, ὁ δῆμος ἠρεθίζετο καὶ διʼ ὀργῆς εἶχε τοὺς πατρικίους, πολλοί τε καὶ χαλεποὶ κατʼ αὐτῶν ἐγίνοντο λόγοι τῶν μὲν ὀλιγωρίαν ἐγκαλούντων καὶ ῥᾳθυμίαν, ὅτι οὐκ ἐκ πολλοῦ προείδοντο τὴν ἐσομένην τοῦ σίτου σπάνιν καὶ προὐμηχανήσαντο τὰ πρὸς τὴν συμφορὰν ἀλεξήματα, τῶν δʼ ἐξ ἐπιβουλῆς ὑπʼ αὐτῶν γεγονέναι τὴν σιτοδείαν ἀποφαινόντων διʼ ὀργήν τε καὶ ἐπιθυμίαν τοῦ κακῶσαι τὸ δημοτικὸν ἀναμνήσει τῆς ἀποστάσεως.
というのも、以前と同様に、平民は再び刺激され、パトリキに対して怒りを抱いていたからである。 そして、彼らに対する厳しく多くの言葉が生じており、ある者は、パトリキが来たるべき穀物不足をずっと前から予見せず、災厄に対する防御策をあらかじめ講じていなかったことについて、怠慢と不注意を非難し、またある者は、離反の記憶から平民を苦しめようとする怒りと欲望のために、穀物不足は彼らによる陰謀から生じたものだと主張していた。
§7.13.4διὰ ταύτας μὲν δὴ τὰς αἰτίας ἡ τῶν κληρούχων ἀποστολὴ ταχεῖα ἐγίνετο τριῶν ἀποδειχθέντων ἀνδρῶν ὑπὸ τῆς βουλῆς ἡγεμόνων.
このような理由から、元老院によって指導者として三人の男が任命され、植民者の派遣は迅速に行われることになった。
τῷ δήμῳ δὲ κατʼ ἀρχὰς μὲν ἦν ἀσμένῳ τοὺς κληρούχους διαλαγχάνειν ὡς λιμοῦ τʼ ἀπαλλαχθησομένῳ καὶ χώραν οἰκήσοντι εὐδαίμονα·
平民にとって、初めのうちは、飢饉から逃れ、豊かな土地に移住できるとして、植民の割り当てを受けることを歓迎していた。
ἔπειτʼ ἐνθυμουμένῳ τὸν λοιμόν, ὃς. ἐν τῇ μελλούσῃ αὐτὸν ὑποδέχεσθαι πόλει πολὺς γενόμενος τούς τʼ οἰκήτορας διεφθάρκει καὶ δέος παρεῖχε, μὴ καὶ τοὺς ἐποίκους ταὐτὸν ἐργάσηται, μεθίστατο κατὰ μικρὸν εἰς τἀναντία ἡ γνώμη, ὥστʼ οὐ πολλοί τινες ἐφάνησαν οἱ μετέχειν βουλόμενοι τῆς ἀποικίας, ἀλλὰ πολὺ ἐλάττους ὧν ἡ βουλὴ ἐψηφίσατο, καὶ οὗτοι δʼ ἤδη σφῶν αὐτῶν κατεγνώκεσαν ὡς κακῶς βεβουλευμένων καὶ ὑπανεδύοντο τὴν ἔξοδον.
しかし、自分たちを迎え入れようとしている都市で猛威を振るい、住民を死滅させ、入植者たちにも同じことをするのではないかという恐れを抱かせたあの疫病のことを考えると、彼らの意見は次第に反対へと変わり、その結果、植民に参加することを望む者はあまり現れず、元老院が議決した数よりはるかに少なくなった。 そして、志願した彼ら自身も、自分たちが愚かな決定をしたとすでに後悔し、出発を密かに忌避しようとしていた。
§7.13.5κατελήφθη μέντοι τοῦτο τὸ μέρος καὶ τὸ ἄλλο τὸ μὴ ἑκουσίως συναιρόμενον τῆς ἐξόδου ψηφισαμένης τῆς βουλῆς ἐξ ἁπάντων γενέσθαι Ῥωμαίων κλήρῳ τὴν ἔξοδον, κατὰ δὲ τῶν λαχόντων, εἰ μὴ ἐξίοιεν, χαλεπὰς καὶ ἀπαραιτήτους θεμένης ζημίας.
しかし、元老院が、すべてのローマ人の中から抽選によって出発を決定し、当選した者がもし出発しなければ、厳しく容赦のない罰を課すこととしたため、この志願者のグループも、出発に自発的に協力しようとしないその他のグループも、出発を余儀なくされた。
οὗτός τε δὴ ὁ στόλος εἰς Οὐελίτρας εὐπρεπεῖ ἀνάγκῃ καταληφθεὶς ἀπεστάλη, καὶ ἕτερος αὖθις οὐ πολλαῖς ἡμέραις ὕστερον εἰς Νώρβαν πόλιν, ἥ ἐστι τοῦ Λατίνων ἔθνους οὐκ ἀφανής.
こうして、この派遣団はもっともな強制によって制約され、ウェリトラエへと送り出された。 そしてその後数日も経たないうちに、ラティウム人の民族の中で小さくない都市であるノルバ市へ、もう一つの派遣団が送り出された。

語釈・文法注

  1. 7.13.1ὡς ἱκανὰς δεδωκόσι τοῖς θεοῖς ὑπὲρ σφῶν δίκας ἀνθʼ ὧν ἔμελλον δράσειν — 接続詞 ὡς に導かれる与格分詞 δεδωκόσι は、先行する τοῖς ἐχθροῖς に一致し、主節の主語である Ῥωμαίοις の主観的判断(「〜とみなして」)を表す。また、代名詞 σφῶν は文脈上ローマ人自身を指し、「ローマ人のために、ローマ人の代わりに」を意味する。
  2. 7.13.2τό τε γὰρ χωρίον ἱκανὸν εἶναι ἐφαίνετο ... μέγα κώλυμα καὶ ἐμπόδιον εἶναι· — 主動詞 ἐφαίνετο に不定詞 ἱκανὸν εἶναι が続き、さらにその ἱκανόν にかかる目的・結果の不定詞として、文末の εἶναι が並置されている(「〜にとって大きな障害となるに十分であると思われた」)。関係節 οἷς ἂν ... βουλομένοις ᾖ は条件的に「〜を望む者たちがいるならば、その者たちにとって」と解釈される。
  3. 7.13.4τῷ δήμῳ δὲ κατʼ ἀρχὰς μὲν ἦν ἀσμένῳ τοὺς κληρούχους διαλαγχάνειν — 「(人)の与格 + ἦν + 与格形容詞(ἀσμένῳ) + 不定詞」の構文で、「(人)は喜んで〜した」という意味を表す。ここでは「平民(τῷ δήμῳ)は喜んで(ἀσμένῳ)割り当てを受けた」となる。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §7.13.1-7.13.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.13.1-7.13.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。