Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §7.14.1-7.14.5

民众大会上护民官对元老院的谴责

第 516 段,共 962 段 · 希腊语

内容简介

即使派遣了殖民者,罗马城内的粮食危机与对立仍未平息。在护民官召集的民众大会上,斯普里乌斯·西基尼乌斯以及市政官西基尼乌斯和布鲁图斯极力谴责元老院,煽动平民的愤怒。

§7.14.1ἐγένετο δʼ οὐδὲν τῶν ἐκ λογισμοῦ τοῖς πατρικίοις κατὰ γοῦν τὴν ἐλπίδα λωφήσειν τὴν στάσιν, ἀλλʼ οἱ περιλειφθέντες ἔτι χείρους ταῖς ὀργαῖς ἦσαν καὶ πολλῇ τῇ καταβοῇ τῶν βουλευτῶν ἐχρῶντο κατά τε συστροφὰς καὶ ἑταιρίας, ὀλίγοι μὲν συνιόντες τὸ πρῶτον, ἔπειτʼ ἀθρόοι συντονωτέρας ἤδη γινομένης τῆς ἀπορίας καὶ συνδραμόντες εἰς τὴν ἀγορὰν τοὺς δημάρχους ἐβόων.
然而,贵族们并没有如其所料,至少在指望内讧平息的期望上落空了。 相反,那些留下来的人怒火更甚,他们在集会和帮派中对元老院议员们发起了猛烈的谴责。 起初他们只是少数人聚集,接着,由于饥荒已变得更加严峻,他们成群结队地奔向广场,大声呼喊护民官。
§7.14.2συναχθείσης δʼ ὑπʼ αὐτῶν ἐκκλησίας παρελθὼν Σπόριος Σικίνιος, ὃς ἦν τοῦ ἀρχείου τότε ἡγεμών, αὐτός τε πολὺς ἔρρει κατὰ τῆς βουλῆς αὔξων ὡς μάλιστʼ ἐνῆν τὸν κατʼ αὐτῆς φθόνον, καὶ τοὺς ἄλλους ἠξίου λέγειν ἃ φρονοῦσιν εἰς τὸ κοινόν, μάλιστα δὲ τὸν Σικίνιον καὶ τὸν Βροῦτον ἀγορανόμους τότʼ ὄντας ἀνακαλῶν ἑκάτερον ἐξ ὀνόματος, οἳ καὶ τῆς πρώτης ἀποστάσεως τῷ δήμῳ ἦρξαν, καὶ τὴν δημαρχικὴν ἐξουσίαν εἰσηγησάμενοι πρῶτοι αὐτῆς ἔτυχον.
由护民官召集起民众大会后,当时担任护民官首脑的斯普里乌斯·西基尼乌斯走上前来,他自己也极力倾泻对元老院的指责,尽可能地煽动人们对其的怨恨,并要求其他人公开陈述他们的想法,特别是点名唤出当时担任市政官的西基尼乌斯和布鲁图斯两人。 这两人也曾领导平民进行第一次撤离,并且是首先提议设立护民官权力并首批获得该职位的人。
§7.14.3παρελθόντες δʼ οὗτοι τοὺς κακοηθεστάτους τῶν λόγων ἐκ πολλοῦ παρεσκευασμένοι διεξῄεσαν, ἃ τοῖς πολλοῖς ἀκούειν ἦν βουλομένοις, ὡς ἐκ προνοίας τε καὶ ἐπιβουλῆς ὑπὸ τῶν πλουσίων γένοιθʼ ἡ περὶ τὸν σῖτον ἀπορία, ἐπειδὴ τὴν ἐλευθερίαν ἀκόντων ἐκείνων ὁ δῆμος ἐκ τῆς ἀποστάσεως εὕρετο.
这两人走上前来,详细阐述了他们早已准备好的、极其恶意的言论,而这些正是大多数人乐于听到的:即由于平民在违背富人意愿的情况下通过撤离获得了自由,因此富人们便通过预谋和阴谋制造了粮食匮乏。
§7.14.4ἰσομοιρεῖν τʼ οὐδὲ κατὰ μικρὸν ἀπέφαινον τῆς συμφορᾶς τοῖς πένησι τοὺς εὐπόρους· ἐκείνοις μὲν γὰρ εἶναι καὶ τροφὰς ἐν ἀφανεῖ ἀποκειμένας καὶ χρήματα, οἷς ὠνούμενοι τὰς ἐπεισάκτους ἀγορὰς ἐν πολλῇ ὑπεροψίᾳ ἦσαν τοῦ κακοῦ, τοῖς δὲ δημόταις ἀμφότερα ταῦτʼ ἀπόρως ἔχειν·
他们还指出,富人根本没有与穷人分担哪怕是一点点的灾难;因为前者有暗中囤积的粮食和资金,用来购买进口的物资,因而对灾祸不屑一顾,而平民在这两方面都陷入了绝境。
τήν τʼ ἀποστολὴν τῶν κληρούχων, ἣν ἐποιήσαντο εἰς νοσερὰ χωρία, ἐκβολὴν ἀποφαίνοντες εἰς προφανῆ καὶ μακρῷ χείρονα ὄλεθρον, αὔξοντες ὡς μάλιστα δυνατοὶ ἦσαν τῷ λόγῳ τὰ δεινά, καὶ τί πέρας ἔσται τῶν κακῶν ἀξιοῦντες μαθεῖν, ὑπομιμνήσκοντές τε τῶν παλαιῶν αὐτοὺς αἰκισμῶν, οἷς ὑπὸ τῶν πλουσίων ἔτυχον αἰκισθέντες, καὶ §7.14.5τἆλλα τὰ ὅμοια τούτοις κατὰ πολλὴν ἄδειαν διεξιόντες.
他们指称,将殖民者派遣至疾病流行的地区无异于将他们放逐至显而易见的、甚至更为悲惨的毁灭中,他们用言辞尽其所能地夸大这些可怕的事实,并要求知道这些灾难的终点在哪里,同时提醒他们不要忘记昔日遭受富人们虐待的经历,并且毫无顾忌地详细讲述了其他类似的事情。
τελευτῶν δʼ ὁ Βροῦτος εἰς ἀπειλήν τινα τοιάνδε κατέκλεισε τὸν λόγον, ὡς εἰ βουληθεῖεν αὐτῷ πείθεσθαι διὰ ταχέων προσαναγκάσων τοὺς ἐκκαύσαντας τὸ δεινὸν καὶ κατασβέσαι.
最后,布鲁图斯用类似这样的威胁结束了演讲:如果平民愿意听从他的建议,他很快就会迫使那些煽起这场灾祸的人将其平息。
ἡ μὲν δὴ ἐκκλησία διελύετο.
于是,大会解散了。

词汇与语法注释

  1. 7.14.1λωφήσειν τὴν στάσιν — 同格或解释性不定式,用于说明名词 `τὴν ἐλπίδα`(期望)的具体内容。通常使用将来时不定式 `λωφήσειν` 来表示所期望的未来图景。
  2. 7.14.2πολὺς ἔρρει — 形容词 `πολύς` 作表语与动词 `ῥέω`(流)的未完成过去时 `ἔρρει` 连用,构成一种惯用表达,比喻“滔滔不绝地、极力地发起攻击”。
  3. 7.14.4οἷς ὑπὸ τῶν πλουσίων ἔτυχον αἰκισθέντες — 关系代词 `οἷς` 被其先行词 `τῶν παλαιῶν αἰκισμῶν` 吸引,同化为与格(或属格)。在语法上,它本应是动词 `αἰκίζομαι`(被动/中动意为“遭受虐待”)所支配的宾格(即 `οὓς ... ᾐκίσθησαν`)。
  4. 7.14.5προσαναγκάσων — 动词 `προσαναγκάζω` 的将来时主动分词单数主格,指代主句主语 `ὁ Βροῦτος`。在间接引语中表示说话者的强烈意愿或确信(“意图/将要强迫……”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §7.14.1-7.14.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:7.14.1-7.14.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。