§7.13.1ταῦτα τοῖς Ῥωμαίοις μαθοῦσι τῆς μὲν συμφορᾶς οἶκτος εἰσῄει, καὶ οὐδὲν ᾤοντο δεῖν τοῖς ἐχθροῖς ἐπὶ τοιαύταις τύχαις μνησικακεῖν, ὡς ἱκανὰς δεδωκόσι τοῖς θεοῖς ὑπὲρ σφῶν δίκας ἀνθʼ ὧν ἔμελλον δράσειν·
罗马人得知此事后,对这场灾难产生了怜悯之情,并认为根本不需要对处于如此境遇的敌人怀恨在心,因为他们认为,敌人们已经代替自己,为他们本准备做出的一意孤行向神明付出了足够的代价。
Οὐελίτρας δὲ παραλαμβάνειν ἐδόκει κληρούχων οὐκ ὀλίγων ἀποστολῇ πολλὰ τὰ συμφέροντα ἐκ τοῦ πράγματος ἐπιλογιζομένοις.
而对他们来说,通过派遣不少殖民者来接管韦利特雷似乎是明智之举,因为他们估算这一举措会带来许多益处。
§7.13.2τό τε γὰρ χωρίον ἱκανὸν εἶναι ἐφαίνετο φυλακῇ ἀξιόχρεῳ καταληφθὲν οἷς ἂν νεωτερίζειν ἢ παρακινεῖν τι βουλομένοις ᾖ μέγα κώλυμα καὶ ἐμπόδιον εἶναι· ἥ τʼ ἀπορία τῆς τροφῆς ἡ κατέχουσα τὴν πόλιν οὐ παρʼ ὀλίγον μετριωτέρα γενήσεσθαι ὑπωπτεύετο, εἰ μετασταίη τις ἐξ αὐτῆς ἀπὸ τοῦ πλήθους μοῖρα ἀξιόλογος.
因为那个地方看来,若由足够强力的卫戍部队占领,对于任何想要变革或煽动骚乱的人来说,都将是一个巨大的障碍和阻力;且笼罩本市的粮食匮乏问题,也预计会因相当一部分民众迁出而得到不小的缓解。
μάλιστα δʼ ἡ στάσις ἀναρριπιζομένη, πρὶν ἢ πεπαῦσθαι καλῶς ἔτι τὴν προτέραν, §7.13.3ἐνῆγεν αὐτοὺς ψηφίζεσθαι τὸν ἀπόστολον.
而最重要的是,在先前的党争尚未完全平息之前又被重新煽动起来的内讧,迫使他们投票决定派遣殖民。
πάλιν γάρ, ὥσπερ καὶ πρότερον, ὁ δῆμος ἠρεθίζετο καὶ διʼ ὀργῆς εἶχε τοὺς πατρικίους, πολλοί τε καὶ χαλεποὶ κατʼ αὐτῶν ἐγίνοντο λόγοι τῶν μὲν ὀλιγωρίαν ἐγκαλούντων καὶ ῥᾳθυμίαν, ὅτι οὐκ ἐκ πολλοῦ προείδοντο τὴν ἐσομένην τοῦ σίτου σπάνιν καὶ προὐμηχανήσαντο τὰ πρὸς τὴν συμφορὰν ἀλεξήματα, τῶν δʼ ἐξ ἐπιβουλῆς ὑπʼ αὐτῶν γεγονέναι τὴν σιτοδείαν ἀποφαινόντων διʼ ὀργήν τε καὶ ἐπιθυμίαν τοῦ κακῶσαι τὸ δημοτικὸν ἀναμνήσει τῆς ἀποστάσεως.
因为正如以前一样,平民再次被激怒,并对贵族怀着怒火,并对他们提出许多严厉的控诉,有人指责他们疏忽和怠惰,因为他们没有尽早预见即将到来的粮食短缺,并预先筹划抵御灾难的防范手段;另一些人则宣称,粮食匮乏是他们故意设下的阴谋,起因于他们对平民撤离事件的记忆所产生的愤怒以及企图惩罚平民的欲望。
§7.13.4διὰ ταύτας μὲν δὴ τὰς αἰτίας ἡ τῶν κληρούχων ἀποστολὴ ταχεῖα ἐγίνετο τριῶν ἀποδειχθέντων ἀνδρῶν ὑπὸ τῆς βουλῆς ἡγεμόνων.
正因为这些原因,殖民者的派遣迅速进行,元老院指定了三名男子担任领导者。
τῷ δήμῳ δὲ κατʼ ἀρχὰς μὲν ἦν ἀσμένῳ τοὺς κληρούχους διαλαγχάνειν ὡς λιμοῦ τʼ ἀπαλλαχθησομένῳ καὶ χώραν οἰκήσοντι εὐδαίμονα· ἔπειτʼ ἐνθυμουμένῳ τὸν λοιμόν, ὃς. ἐν τῇ μελλούσῃ αὐτὸν ὑποδέχεσθαι πόλει πολὺς γενόμενος τούς τʼ οἰκήτορας διεφθάρκει καὶ δέος παρεῖχε, μὴ καὶ τοὺς ἐποίκους ταὐτὸν ἐργάσηται, μεθίστατο κατὰ μικρὸν εἰς τἀναντία ἡ γνώμη, ὥστʼ οὐ πολλοί τινες ἐφάνησαν οἱ μετέχειν βουλόμενοι τῆς ἀποικίας, ἀλλὰ πολὺ ἐλάττους ὧν ἡ βουλὴ ἐψηφίσατο, καὶ οὗτοι δʼ ἤδη σφῶν αὐτῶν κατεγνώκεσαν ὡς κακῶς βεβουλευμένων καὶ ὑπανεδύοντο τὴν ἔξοδον.
起初,平民们乐于抽签参与殖民,因为他们指望以此摆脱饥荒,并迁往肥沃的土地居住;但随后,当想到那场在即将接纳他们的城市中大肆流行并毁灭了其居民、且令人担忧是否也会对新移民造成同样伤害的瘟疫时,他们的想法渐渐转向了相反的方向,以至于表示愿意参与殖民的人并不多,远少于元老院所决议的人数;甚至连这些人也已经为自己做出了糟糕的决定而自责,并设法逃避出发。
§7.13.5κατελήφθη μέντοι τοῦτο τὸ μέρος καὶ τὸ ἄλλο τὸ μὴ ἑκουσίως συναιρόμενον τῆς ἐξόδου ψηφισαμένης τῆς βουλῆς ἐξ ἁπάντων γενέσθαι Ῥωμαίων κλήρῳ τὴν ἔξοδον, κατὰ δὲ τῶν λαχόντων, εἰ μὴ ἐξίοιεν, χαλεπὰς καὶ ἀπαραιτήτους θεμένης ζημίας.
然而,由于元老院决议从所有罗马人中抽签决定出发人员,并规定若中签者不出发,将对其处以严厉且不可宽免的惩罚,这部分人以及其他不愿自愿参与出发的人都被迫服从。
οὗτός τε δὴ ὁ στόλος εἰς Οὐελίτρας εὐπρεπεῖ ἀνάγκῃ καταληφθεὶς ἀπεστάλη, καὶ ἕτερος αὖθις οὐ πολλαῖς ἡμέραις ὕστερον εἰς Νώρβαν πόλιν, ἥ ἐστι τοῦ Λατίνων ἔθνους οὐκ ἀφανής.
于是,这支队伍在体面的强制束缚下被派往韦利特雷;不久后,另一支队伍又被派往诺尔巴城,这是拉丁民族中一座著名的城市。