§6.95.1ἐγένοντο δʼ ἐν τῷ αὐτῷ χρόνῳ καὶ πρὸς τὰς τῶν Λατίνων πόλεις ἁπάσας συνθῆκαι καιναὶ μεθʼ ὅρκων ὑπὲρ εἰρήνης καὶ φιλίας, ἐπειδὴ παρακινῆσαί τʼ οὐδὲν ἐπεχείρησαν ἐν τῇ στάσει, καὶ συνηδόμενοι τῇ καθόδῳ τοῦ δήμου φανεροὶ ἦσαν, τοῦ τε πολέμου τοῦ πρὸς τοὺς ἀποστάντας ἑτοίμως ἐδόκουν συνάρασθαι.
同時期に、ラティウム人のすべての都市との間で、平和と友好のための誓いを伴う新たな条約が結ばれた。 彼らが内紛の際に何ら不穏な動きを企てようとせず、平民の帰還を喜んでいることが明らかであり、また離脱した者たちに対する戦争に進んで協力する姿勢を見せていたからである。
§6.95.2ἦν δὲ τὰ γραφέντα ἐν ταῖς συνθήκαις τοιάδε·
条約に記された内容は以下のようなものであった。
Ῥωμαίοις καὶ ταῖς Λατίνων πόλεσιν ἁπάσαις εἰρήνη πρὸς ἀλλήλους ἔστω, μέχρις ἂν οὐρανός τε καὶ γῆ τὴν αὐτὴν στάσιν ἔχωσι·
──ローマ人とラティウム人のすべての都市との間に、天と地が同じ位置を保つ限り、互いの平和があるものとする。
καὶ μήτʼ αὐτοὶ πολεμείτωσαν πρὸς ἀλλήλους μήτʼ ἄλλοθεν πολέμους ἐπαγέτωσαν, μήτε τοῖς ἐπιφέρουσι πόλεμον ὁδοὺς παρεχέτωσαν ἀσφαλεῖς βοηθείτωσάν τε τοῖς πολεμουμένοις ἁπάσῃ δυνάμει, λαφύρων τε καὶ λείας τῆς ἐκ πολέμων κοινῶν τὸ ἴσον λαγχανέτωσαν μέρος ἑκάτεροι·
そして、彼ら自身が互いに戦争を仕掛けることも、他所から戦争を招き入れることもしてはならない。 また、戦争を仕掛けてくる者たちに安全な通路を提供してもならない。 そして、攻撃を受けた側に対して全力を尽くして救援しなければならない。 共同の戦争から得られる戦利品や略奪品については、双方が等しい分け前を授かるものとする。
τῶν τʼ ἰδιωτικῶν συμβολαίων αἱ κρίσεις ἐν ἡμέραις γιγνέσθωσαν δέκα, παρʼ οἷς ἂν γένηται τὸ συμβόλαιον.
私的な契約に関する裁判は、その契約が結ばれた人々のもとで、十日以内に行われるものとする。
ταῖς δὲ συνθήκαις ταύταις μηδὲν ἐξέστω προσθεῖναι μηδʼ ἀφελεῖν ἀπʼ αὐτῶν, ὅ τι ἂν μὴ Ῥωμαίοις τε καὶ Λατίνοις ἅπασι δοκῇ.
また、ローマ人とラティウム人全員が合意するものでない限り、この条約に何かを加えたり、そこから何かを削ったりすることは許されない。
§6.95.3ταῦτα μὲν δὴ Ῥωμαῖοί τε καὶ Λατῖνοι συνέθηκαν πρὸς ἀλλήλους ὀμόσαντες καθʼ ἱερῶν.
これらについて、ローマ人とラティウム人は犠牲の上で誓いを立てて互いに合意した。
ἐψηφίσατο δὲ καὶ θυσίας ἀποδοῦναι τοῖς θεοῖς ἡ βουλὴ χαριστηρίους ἐπὶ ταῖς πρὸς τὸν δῆμον διαλλαγαῖς, προσθεῖσα μίαν ἡμέραν ταῖς καλουμέναις Λατίναις ἑορταῖς δυσὶν οὔσαις, τὴν μὲν πρώτην ἀνιερώσαντος βασιλέως Ταρκυνίου, καθʼ ὃν χρόνον ἐνίκησε Τυρρηνούς·
元老院はまた、平民との和解を感謝して神々に感謝の生贄を捧げることを決議し、「ラティウムの祝祭」と呼ばれていた二日間の祭りに一日を追加した。
τὴν δʼ ἑτέραν τοῦ δήμου προσθέντος, ὅτε τοὺς βασιλεῖς ἐκβαλὼν ἐλευθέραν ἐποίησε τὴν πόλιν·
その第一の日は、タルクィニウス王がエトルリア人に勝利した時に奉納したものであり、第二の日は、平民が王たちを追放して国家を自由にした際に追加したものであった。
αἷς ἡ τρίτη τότε προσενεμήθη τῆς καθόδου τῶν ἀποστάντων ἕνεκα.
これらに、離反した者たちの帰還のために、当時、第三の日の祝祭が割り当てられた。
§6.95.4τὴν δὲ προστασίαν καὶ τὴν ἐπιμέλειαν τῶν ἐν αὐταῖς γινομένων θυσιῶν τε καὶ ἀγώνων οἱ τῶν δημάρχων ὑπηρέται παρέλαβον, οἱ τὴν νῦν ἀγορανομικὴν ἔχοντες ἐξουσίαν, ὥσπερ ἔφην, κοσμηθέντες ὑπὸ τῆς βουλῆς πορφύρᾳ καὶ θρόνῳ ἐλεφαντίνῳ καὶ τοῖς ἄλλοις ἐπισήμοις, οἷς εἶχον οἱ βασιλεῖς.
そして、これらの祝祭において行われる犠牲式や競技の主催と管理は、護民官の助手たちが引き継ぐこととなった。 私が以前述べたように、彼らは現在のアエディリスの権限を持っている人々であり、元老院によって、紫衣や象牙の椅子、その他かつて王たちが有していた標章で飾られていた。