§6.95.1ἐγένοντο δʼ ἐν τῷ αὐτῷ χρόνῳ καὶ πρὸς τὰς τῶν Λατίνων πόλεις ἁπάσας συνθῆκαι καιναὶ μεθʼ ὅρκων ὑπὲρ εἰρήνης καὶ φιλίας, ἐπειδὴ παρακινῆσαί τʼ οὐδὲν ἐπεχείρησαν ἐν τῇ στάσει, καὶ συνηδόμενοι τῇ καθόδῳ τοῦ δήμου φανεροὶ ἦσαν, τοῦ τε πολέμου τοῦ πρὸς τοὺς ἀποστάντας ἑτοίμως ἐδόκουν συνάρασθαι.
在同一时期,与所有拉丁人城市也缔结了伴随着誓言的、关于和平与友好的新条约,因为他们在内讧中未曾企图进行任何骚扰,显然对平民的归来感到欣喜,并且似乎乐意协助进行对抗叛离者的战争。
§6.95.2ἦν δὲ τὰ γραφέντα ἐν ταῖς συνθήκαις τοιάδε· Ῥωμαίοις καὶ ταῖς Λατίνων πόλεσιν ἁπάσαις εἰρήνη πρὸς ἀλλήλους ἔστω, μέχρις ἂν οὐρανός τε καὶ γῆ τὴν αὐτὴν στάσιν ἔχωσι· καὶ μήτʼ αὐτοὶ πολεμείτωσαν πρὸς ἀλλήλους μήτʼ ἄλλοθεν πολέμους ἐπαγέτωσαν, μήτε τοῖς ἐπιφέρουσι πόλεμον ὁδοὺς παρεχέτωσαν ἀσφαλεῖς βοηθείτωσάν τε τοῖς πολεμουμένοις ἁπάσῃ δυνάμει, λαφύρων τε καὶ λείας τῆς ἐκ πολέμων κοινῶν τὸ ἴσον λαγχανέτωσαν μέρος ἑκάτεροι·
条约中所载的内容如下:罗马人与所有拉丁人城市之间当保持和平,直至天地不再保持其原有的位置;他们自身既不得互相开战,也不得从外部引入战争,亦不得向发动战争者提供安全通道;应当尽全力援助遭受攻击的一方,双方对共同战争中所得的战利品和掠夺物,应当分得同等的一份。
τῶν τʼ ἰδιωτικῶν συμβολαίων αἱ κρίσεις ἐν ἡμέραις γιγνέσθωσαν δέκα, παρʼ οἷς ἂν γένηται τὸ συμβόλαιον.
关于私人契约的裁决,应当在契约缔结地,于十日之内进行。
ταῖς δὲ συνθήκαις ταύταις μηδὲν ἐξέστω προσθεῖναι μηδʼ ἀφελεῖν ἀπʼ αὐτῶν, ὅ τι ἂν μὴ Ῥωμαίοις τε καὶ Λατίνοις ἅπασι δοκῇ.
除非得到全体罗马人与拉丁人的共同同意,否则不得在这份条约中增加或删减任何内容。
§6.95.3ταῦτα μὲν δὴ Ῥωμαῖοί τε καὶ Λατῖνοι συνέθηκαν πρὸς ἀλλήλους ὀμόσαντες καθʼ ἱερῶν.
罗马人与拉丁人确是在神圣的牺牲面前发誓,共同缔结了这些条款。
ἐψηφίσατο δὲ καὶ θυσίας ἀποδοῦναι τοῖς θεοῖς ἡ βουλὴ χαριστηρίους ἐπὶ ταῖς πρὸς τὸν δῆμον διαλλαγαῖς, προσθεῖσα μίαν ἡμέραν ταῖς καλουμέναις Λατίναις ἑορταῖς δυσὶν οὔσαις, τὴν μὲν πρώτην ἀνιερώσαντος βασιλέως Ταρκυνίου, καθʼ ὃν χρόνον ἐνίκησε Τυρρηνούς·
元老院还决议,为与平民的和解向神明献上感恩祭,在被称为“拉丁节”的原有两日节日中增加了一天。
τὴν δʼ ἑτέραν τοῦ δήμου προσθέντος, ὅτε τοὺς βασιλεῖς ἐκβαλὼν ἐλευθέραν ἐποίησε τὴν πόλιν· αἷς ἡ τρίτη τότε προσενεμήθη τῆς καθόδου τῶν ἀποστάντων ἕνεκα.
其中第一天是塔尔昆国王在战胜伊特鲁里亚人时奉献的;第二天则是平民在驱逐国王、使国家获得自由时增加的;为此,由于叛离者的归来,当时便在这两天之外又增拨了第三天。
§6.95.4τὴν δὲ προστασίαν καὶ τὴν ἐπιμέλειαν τῶν ἐν αὐταῖς γινομένων θυσιῶν τε καὶ ἀγώνων οἱ τῶν δημάρχων ὑπηρέται παρέλαβον, οἱ τὴν νῦν ἀγορανομικὴν ἔχοντες ἐξουσίαν, ὥσπερ ἔφην, κοσμηθέντες ὑπὸ τῆς βουλῆς πορφύρᾳ καὶ θρόνῳ ἐλεφαντίνῳ καὶ τοῖς ἄλλοις ἐπισήμοις, οἷς εἶχον οἱ βασιλεῖς.
而在这些节日中举行的祭祀与竞技的掌管和督办,则由护民官的助手们接管,如我所说,他们即是现在拥有营造官职权的人,他们受到元老院的礼遇,获赐紫袍、象牙椅以及国王们过去所拥有的其他徽章。