§6.94.1τῇ δʼ ἑξῆς ἡμέρᾳ συγκαλέσας ὁ Πόστουμος εἰς ἐκκλησίαν τὸν στρατὸν ἔπαινον τοῦ Μαρκίου διεξῆλθε πολὺν καὶ στεφάνοις αὐτὸν ἀριστείοις ἀνέδησεν ἀμφοτέρων χαριστήρια τῶν ἀγώνων ἀποδιδούς.
次日,波斯图穆斯召集军队集会,对马尔基乌斯给予了极大的赞扬,并为他戴上象征英勇的冠冕,作为对他在这两场战斗中表现的奖赏。
ἐδωρήσατο δʼ αὐτὸν ἵππῳ πολεμιστῇ στρατηγικοῖς ἐπισήμοις κεκοσμημένῳ καὶ δέκα σώμασιν αἰχμαλώτοις, ἐπʼ ἐκείνῳ ποιήσας, οὕς βούλοιτο λαβεῖν, ἀργυρίῳ τε, ὅσον ἂν ἐξενέγκασθαι δύναιτο αὐτός, καὶ ἀπὸ τῆς ἄλλης λείας πολλαῖς καὶ καλαῖς ἀπαρχαῖς.
他还赠送给他一匹装饰着将领徽记的战马、十名任由他挑选的俘虏、他自己所能带走的银两,以及从其他战利品中挑选的许多精美首选之物。
§6.94.2βοῆς δὲ γενομένης ἐξ ἁπάντων μεγάλης, ὡς ἂν ἐπαινούντων τε καὶ συνηδομένων, προσελθὼν ὁ Μάρκιος τῷ τε ὑπάτῳ χάριν εἰδέναι μεγάλην ἔφη καὶ τοῖς ἄλλοις ἅπασιν ἐπὶ ταῖς τιμαῖς, ὧν αὐτὸν ἠξίουν· οὐ μέντοι καταχρήσεσθαί γʼ αὐταῖς, ἀρκεσθήσεσθαι δὲ τῷ θʼ ἵππῳ τῆς λαμπρότητος τῶν σημείων ἕνεκεν καὶ ἑνὶ αἰχμαλώτῳ, ὃς ἔτυχεν αὐτῷ ξένος ὤν.
在众人爆发出一阵巨大的欢呼声、仿佛都在赞美并与他同乐之时,马尔基乌斯走上前去,对执政官及其他所有人给予他的这些荣誉表示深切的谢意;然而,他表示自己不会滥用这些赏赐,而仅满足于接受那匹因徽记而显得光彩夺目的战马,以及一名恰好是他客友的俘虏。
οἱ δὲ στρατιῶται καὶ πρότερον ἀγάμενοι τὸν ἄνδρα τῆς γενναιότητος, ἔτι μᾶλλον ἐθαύμασαν τῆς ὑπεροψίας τοῦ πλούτου καὶ ὅτι μετρίως ἤνεγκε τὴν τοσαύτην εὐτυχίαν.
士兵们本就因其高贵而敬佩此人,如今更加惊叹于他对财富的轻视,以及他能如此谦逊地对待这般巨大的幸运。
ἐκ τούτου Κοριολανὸς ἐπεκλήθη τοῦ ἔργου, καὶ πάντων ἐγεγόνει τῶν κατὰ τὴν αὐτὴν ἡλικίαν ἐπιφανέστατος.
因此,他因这一功绩被冠以“科里奥兰纳斯”的称号,并成为同龄人中最享盛名的人。
§6.94.3τῆς δὲ πρὸς τοὺς Ἀντιάτας μάχης τοῦτο λαβούσης τὸ τέλος αἱ λοιπαὶ τῶν Οὐολούσκων πόλεις διελύοντο τὴν πρὸς τοὺς Ῥωμαίους ἔχθραν, καὶ ὅσοι τὰ ὅμοια ἐκείνοις ἐφρόνουν, οἵ τʼ ἐν τοῖς ὅπλοις ἤδη ὄντες, καὶ οἱ παρασκευαζόμενοι τὸν πόλεμον ἐπέπαυντο.
在与安提乌姆人的战斗以此告终后,沃尔斯奇人的其余城市解除了对罗马人的敌意,而那些与他们志同道合的人,无论是已经武装起来的,还是正在准备战争的,都停止了行动。
οἷς ἅπασιν ὁ Πόστουμος ἐπιεικῶς χρησάμενος, ἀνέστρεψεν ἐπὶ τὰ οἰκεῖα, καὶ διαφῆκε τὴν στρατιάν.
波斯图穆斯宽厚地对待了他们所有人,随后返回家园并解散了军队。
Κάσσιος δʼ ὁ ἕτερος τῶν ὑπάτων ὁ καταλειφθεὶς ἐν τῇ Ῥώμῃ τὸν νεὼν τῆς τε Δήμητρος καὶ Διονύσου καὶ Κόρης ἐν τῷ μεταξὺ χρόνῳ καθιέρωσεν, ὅς ἐστιν ἐπὶ τοῖς τέρμασι τοῦ μεγίστου τῶν ἱπποδρόμων ὑπὲρ αὐτὰς ἱδρυμένος τὰς ἀφέσεις, εὐξαμένου μὲν αὐτὸν Αὔλου Ποστουμίου τοῦ δικτάτορος ὑπὲρ τῆς πόλεως ἀναθήσειν τοῖς θεοῖς, καθʼ ὃν χρόνον ἔμελλεν ἀγωνίζεσθαι πρὸς τὴν Λατίνων στρατιάν, τῆς τε βουλῆς μετὰ τὸ νίκημα τὴν κατασκευὴν αὐτοῦ ψηφισαμένης ἐκ τῶν λαφύρων ποιήσασθαι πᾶσαν, τότε δὲ τοῦ ἔργου λαβόντος τὴν συντέλειαν.
与此同时,留守罗马的另一位执政官卡西乌斯在此期间主持了德墨忒尔、狄奥尼索斯和科瑞神庙的献堂礼。 这座神庙坐落在最大赛车场的尽头、起跑线正上方,是独裁官奥鲁斯·波斯图穆斯在准备与拉丁人军队交战时,誓言代表国家奉献给神明的;胜利之后,元老院决议其全部建造费用均由战利品支付,而此时该工程终于宣告落成。