Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §6.91.1-6.91.4

コミニウスによるロンゴラとポルスカの攻略

497 / 962 箇所 · ギリシア語

要旨

ローマの国内が安定したのち、執政官コミニウスがウォルスキ人への遠征を主導し、ロンゴラとポルスカの二都市を速やかに占領する。

§6.91.1ἐπεὶ δὲ κατέστη τὰ πράγματα καὶ τὸν ἀπʼ ἀρχῆς κόσμον ἐκομίσατο ἡ πόλις, ἐπὶ τοὺς ἔξω πολεμίους ὑπὸ τῶν ἡγεμόνων στρατιὰ κατελέγετο πολλὴν εἰσενεγκαμένου προθυμίαν τοῦ δήμου καὶ διʼ ὀλίγου χρόνου πάντα τὰ εἰς τὸν πόλεμον ἐπιτήδεια εὐτρεπῆ ποιήσαντος.
事態が落ち着き、都市が本来の秩序を取り戻すと、指導者たちによって外部の敵に対する軍隊が徴募されたが、これは平民が多大な熱意を示し、短期間のうちに戦争に必要なすべての備えを整えたからであった。
τῶν δʼ ὑπάτων διακληρωσαμένων περὶ τῆς ἐξουσίας, ὡς ἔστιν αὐτοῖς ἔθος, Σπόριος μὲν Κάσσιος, ὃς ἔλαχε τὴν τῶν κατὰ τὴν πόλιν ἐπιμέλειαν, ὑπέμεινε μέρος τῆς κατειλεγμένης δυνάμεως τὸ ἀρκοῦν λαβών·
執政官たちが、彼らの慣習通りに職務について抽籤を行うと、都市の管理を引き当てることになったスポリウス・カッシウスは、徴募された軍勢のうち十分な量の一部を受け取って、国内に留まった。
Πόστουμος δὲ Κομίνιος ἐξῆγε τὴν λοιπὴν στρατιὰν Ῥωμαίων τʼ αὐτῶν ἀξιόχρεων ἄγων μοῖραν καὶ Λατίνων τι συμμαχικὸν οὐκ ὀλίγον.
一方、ポストゥムス・コミニウスは、ローマ人自身の有力な一個部隊と、少なからぬ同盟国ラティウム人の軍勢を率いて、残りの軍隊を動かして出発した。
§6.91.2κρίνας δὲ Οὐολούσκοις ἐπιχειρεῖν πρώτοις πόλιν αὐτῶν Λογγόλαν ἐξ ἐφόδου καταλαμβάνεται, ἐπιβαλομένων μὲν τῶν ἐν αὐτῇ μεταποιεῖσθαί τινος ἀρετῆς καί τινα στρατιὰν ὑπαίθριον ἀποστειλάντων, ᾗ τοὺς ἐπιόντας ἀνείρξειν ἐπίστευον, αἰσχρῶς δʼ ἀναγκασθέντων φυγεῖν πρὶν ἢ λαμπρόν τι ἔργον ἀποδείξασθαι καὶ οὐδʼ ἐν τῇ τειχομαχίᾳ γενναῖον οὐδὲν διαπραξαμένων.
彼は、まずウォルスキ人を攻撃することを決定し、彼らの都市ロンゴラを急襲によって占領した。 その都市の住民たちは、いくらかの勇気を示そうとし、野戦軍を送り出して、それによって押し寄せる敵を阻止できると信じたものの、輝かしい戦果を何一つ示す前に恥ずべき敗走を余儀なくされ、城壁をめぐる戦闘においてもいかなる勇敢な働きも成し遂げられなかった。
μιᾷ γοῦν ἡμέρᾳ τῆς τε γῆς αὐτῶν Ῥωμαῖοι ἐκράτησαν ἀκονιτὶ καὶ τὴν πόλιν οὐ πολλὰ πραγματευθέντες κατὰ κράτος ἔλαβον.
かくて、ローマ人は一日のうちに、戦わずして彼らの土地を支配下に置き、都市をそれほど苦労することなく力ずくで奪取した。
§6.91.3ὁ δὲ τῶν Ῥωμαίων στρατηγὸς τά τʼ ἐγκαταληφθέντα χρήματα διαρπάσαι τοῖς στρατιώταις ἐφεὶς καὶ φρουρὰν ἐν τῇ πόλει καταλιπὼν ἐξῆγε τὴν δύναμιν ἐφʼ ἑτέραν πόλιν τῶν Οὐολούσκων, ἣ καλεῖται μὲν Πόλουσκα, διάστημα δʼ οὐ πολὺ τῆς Λογγόλας ἀπέχει.
ローマの将軍は、取り残された財貨を兵士たちに略奪することを許し、また都市に守備隊を残して、ウォルスキ人の別の都市、ポルスカと呼ばれる、ロンゴラからそれほど離れていない都市へと軍勢を進めた。
οὐδενὸς δʼ αὐτῷ τολμήσαντος ὑπαντῆσαι διανύσας τὴν χώραν κατὰ πολλὴν εὐπέτειαν προσέβαλε τοῖς τείχεσι·
誰も彼に立ち向かおうとしなかったので、彼は極めて容易にその領土を通過して、城壁に攻め寄せた。
τῶν δὲ στρατιωτῶν οἱ μὲν τὰς πύλας διακόψαντες, οἱ δὲ διὰ κλιμάκων ἐπὶ τὸ τεῖχος ἀναβάντες, αὐθημερὸν γίνονται καὶ ταύτης τῆς πόλεως κύριοι.
兵士たちのうち、ある者は門を打ち破り、またある者は梯子を用いて城壁に登り、同日のうちにこの都市をも手中に収めた。
§6.91.4ὡς δὲ παρέλαβε τὴν πόλιν, ὀλίγους μέν τινας ἐπιλέξας τοὺς αἰτίους τῆς ἀποστάσεως ἀπέκτεινε, τοὺς δὲ λοιποὺς χρημάτων ἀφαιρέσει ζημιώσας καὶ ὅπλα ἀφελόμενος, Ῥωμαίων εἶναι τὸ λοιπὸν ἠνάγκασεν ὑπηκόους.
都市を占領すると、彼は反乱の首謀者である少数の者たちを選び出して処刑し、残りの者たちに対しては財産を没収する罰を科し、武器を奪って、以後ローマの臣民となることを強いた。

語釈・文法注

  1. 6.91.1πολλὴν εἰσενεγκαμένου προθυμίαν τοῦ δήμου καὶ διʼ ὀλίγου χρόνου πάντα τὰ εἰς τὸν πόλεμον ἐπιτήδεια εὐτρεπῆ ποιήσαντος — 属格絶対(genitive absolute)構文。主節(ἐπὶ τοὺς ἔξω... στρατιὰ κατελέγετο)に対して、ここでは理由(「平民が多大な熱意を示し、準備を整えたので」)を表す。
  2. 6.91.2ἐπιβαλομένων μὲν τῶν ἐν αὐτῇ μεταποιεῖσθαί τινος ἀρετῆς... ἀναγκασθέντων φυγεῖν... καὶ οὐδʼ ἐν τῇ τειχομαχίᾳ γενναῖον οὐδὲν διαπραξαμένων — 複数の分詞(ἐπιβαλομένων, ἀποστειλάντων, ἀναγκασθέντων, διαπραξαμένων)が μὲν... δέ... で結ばれ、長大な属格絶対構文を形成している。主文の動詞 καταλαμβάνεται に対する譲歩(「住民たちは抵抗を試みたものの、敗走を余儀なくされ、何も成し遂げられなかったが」)のニュアンスを持つ。
  3. 6.91.4ὀλίγους μέν τινας ἐπιλέξας τοὺς αἰτίους τῆς ἀποστάσεως ἀπέκτεινε — τοὺς αἰτίους τῆς ἀποστάσεως は先行する ὀλίγους μέν τινας に同格的にかかる。意味上は「反乱に責任のある者として、少数の特定の人々を選び出して」となり、選ばれた理由または限定的な関係を示す。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §6.91.1-6.91.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.91.1-6.91.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。