§6.90.1ἐπειδὴ ταῦτʼ ἐψηφίσαντο, βωμὸν κατεσκεύασαν ἐπὶ τῆς ἀκρωρείας, ἐν ᾗ κατεστρατοπέδευσαν, ὃν ἐπὶ τοῦ κατασχόντος αὐτοὺς τότε δείματος ὠνόμασαν, ὡς ἡ πάτριος αὐτῶν σημαίνει γλῶσσα, Διὸς Δειματίου·
彼らはこれらのことを決議すると、陣を敷いていた山頂に祭壇を築き、そのとき彼らを捉えた恐怖にちなんで、彼らの祖国の言葉が意味する通りに「恐怖のゼウス」の祭壇と名付けた。
ᾧ θυσίας ἐπιτελέσαντες καὶ τὸν ὑποδεξάμενον αὐτοὺς τόπον ἱερὸν ἀνέντες, κατῄεσαν εἰς τὴν πόλιν ἅμα τοῖς πρέσβεσιν.
これに犠牲を捧げ、自分たちを迎え入れた場所を聖地として捧げたのち、彼らは使節たちとともに市内へと下っていった。
§6.90.2ἀποδόντες δὲ καὶ τοῖς ἐν τῇ πόλει θεοῖς χαριστήρια, καὶ τοὺς πατρικίους πείσαντες ἐπικυρῶσαι τὴν ἀρχὴν ψῆφον ἐπενέγκαντας, ἐπειδὴ καὶ τούτου παρʼ αὐτῶν ἔτυχον, ἐδεήθησαν ἔτι τῆς βουλῆς ἐπιτρέψαι σφίσιν ἄνδρας ἐκ τῶν δημοτικῶν δύο καθʼ ἕκαστον ἐνιαυτὸν ἀποδεικνύναι τοὺς ὑπηρετήσοντας τοῖς δημάρχοις ὅσων ἂν δέωνται καὶ δίκας, ἃς ἂν ἐπιτρέψωνται ἐκεῖνοι, κρινοῦντας ἱερῶν τε καὶ δημοσίων τόπων καὶ τῆς κατὰ τὴν ἀγορὰν εὐετηρίας §6.90.3ἐπιμελησομένους.
そして市内の神々にも感謝の捧げ物を行い、パトリキたちを説得して、投票によってその官職を承認してもらった。 これをも彼らから獲得すると、彼らはさらに元老院に対し、平民の中から毎年二人の男を任命することを許可するよう求めた。 その二人とは、護民官たちが必要とするすべての事柄において彼らを補佐し、また護民官たちが委ねるであろう裁判を裁き、神聖な場所や公共の場所、および市場の物資の円滑な供給を管理する者たちであった。
λαβόντες δὲ καὶ τοῦτο τὸ συγχώρημα παρὰ τῆς βουλῆς ἀποδεικνύουσιν ἄνδρας, οὕς ὑπηρέτας τῶν δημάρχων καὶ συνάρχοντας καὶ δικαστὰς ἐκάλουν.
元老院からこの承認をも得ると、彼らはその男たちを指名し、当時は「護民官の補佐官」「同僚」「裁判官」と呼んでいた。
νῦν μέντοι κατὰ τὴν ἐπιχώριον γλῶτταν ἀφʼ ἑνὸς ὧν πράττουσιν ἔργων ἱερῶν τόπων ἐπιμεληταὶ καλοῦνται καὶ τὴν ἐξουσίαν οὐκέθʼ ὑπηρετικὴν ἑτέρων ἔχουσιν, ὡς πρότερον, ἐπιτέτραπται δʼ αὐτοῖς πολλὰ καὶ μεγάλα, καὶ σχεδὸν ἐοίκασί πως κατὰ τὰ πλεῖστα τοῖς παρʼ Ἕλλησιν ἀγορανόμοις.
しかし現在では、現地の言葉によって、彼らが行う職務の一つに由来して「神殿の管理者」と呼ばれており、その権限ももはや以前のように他者の補佐的なものではなく、多くの重大な事柄が彼らに委ねられており、ほとんどの点においてギリシア人における市場管理者(アゴラノモス)にほぼ類似している。