§6.91.1ἐπεὶ δὲ κατέστη τὰ πράγματα καὶ τὸν ἀπʼ ἀρχῆς κόσμον ἐκομίσατο ἡ πόλις, ἐπὶ τοὺς ἔξω πολεμίους ὑπὸ τῶν ἡγεμόνων στρατιὰ κατελέγετο πολλὴν εἰσενεγκαμένου προθυμίαν τοῦ δήμου καὶ διʼ ὀλίγου χρόνου πάντα τὰ εἰς τὸν πόλεμον ἐπιτήδεια εὐτρεπῆ ποιήσαντος.
当事态平息、城邦恢复了最初的秩序时,将领们开始征募军队以对付外敌,平民表现出极大的热情,并在短时间内准备好了战争所需的一切物资。
τῶν δʼ ὑπάτων διακληρωσαμένων περὶ τῆς ἐξουσίας, ὡς ἔστιν αὐτοῖς ἔθος, Σπόριος μὲν Κάσσιος, ὃς ἔλαχε τὴν τῶν κατὰ τὴν πόλιν ἐπιμέλειαν, ὑπέμεινε μέρος τῆς κατειλεγμένης δυνάμεως τὸ ἀρκοῦν λαβών· Πόστουμος δὲ Κομίνιος ἐξῆγε τὴν λοιπὴν στρατιὰν Ῥωμαίων τʼ αὐτῶν ἀξιόχρεων ἄγων μοῖραν καὶ Λατίνων τι συμμαχικὸν οὐκ ὀλίγον.
当执政官们按照他们的惯例抽签决定各自的职权时,抽中负责城内事务的斯普里乌斯·卡西乌斯留了下来,分得了已征募军队中足够的一部分;而波斯图穆斯·科米尼乌斯则率领其余的军队出发,带走了罗马人自身的一支精锐部队,以及人数不少的拉丁同盟军。
§6.91.2κρίνας δὲ Οὐολούσκοις ἐπιχειρεῖν πρώτοις πόλιν αὐτῶν Λογγόλαν ἐξ ἐφόδου καταλαμβάνεται, ἐπιβαλομένων μὲν τῶν ἐν αὐτῇ μεταποιεῖσθαί τινος ἀρετῆς καί τινα στρατιὰν ὑπαίθριον ἀποστειλάντων, ᾗ τοὺς ἐπιόντας ἀνείρξειν ἐπίστευον, αἰσχρῶς δʼ ἀναγκασθέντων φυγεῖν πρὶν ἢ λαμπρόν τι ἔργον ἀποδείξασθαι καὶ οὐδʼ ἐν τῇ τειχομαχίᾳ γενναῖον οὐδὲν διαπραξαμένων.
他决定首先进攻沃尔西人,并一举攻占了他们的城市隆戈拉。 城内的居民虽企图表现出某种勇气,并派遣了一支野外军队,相信借此能阻止敌人的进攻,但他们还没来得及立下任何显赫的战功,便被迫可耻地逃跑,甚至在城墙攻防战中也未能展现出任何勇敢的作为。
μιᾷ γοῦν ἡμέρᾳ τῆς τε γῆς αὐτῶν Ῥωμαῖοι ἐκράτησαν ἀκονιτὶ καὶ τὴν πόλιν οὐ πολλὰ πραγματευθέντες κατὰ κράτος ἔλαβον.
总之,在一天之内,罗马人就轻而易举地征服了他们的土地,并在没有遇到太多困难的情况下强攻夺取了这座城市。
§6.91.3ὁ δὲ τῶν Ῥωμαίων στρατηγὸς τά τʼ ἐγκαταληφθέντα χρήματα διαρπάσαι τοῖς στρατιώταις ἐφεὶς καὶ φρουρὰν ἐν τῇ πόλει καταλιπὼν ἐξῆγε τὴν δύναμιν ἐφʼ ἑτέραν πόλιν τῶν Οὐολούσκων, ἣ καλεῖται μὲν Πόλουσκα, διάστημα δʼ οὐ πολὺ τῆς Λογγόλας ἀπέχει.
罗马将领允许士兵们掠夺城中遗留的财物,并在城内留下一支守备队后,便率军前往沃尔西人的另一座城市,该城名为波卢斯卡,距离隆戈拉不远。
οὐδενὸς δʼ αὐτῷ τολμήσαντος ὑπαντῆσαι διανύσας τὴν χώραν κατὰ πολλὴν εὐπέτειαν προσέβαλε τοῖς τείχεσι·
由于没有人敢来迎战,他极其顺利地穿过该地区,向城墙发起进攻。
τῶν δὲ στρατιωτῶν οἱ μὲν τὰς πύλας διακόψαντες, οἱ δὲ διὰ κλιμάκων ἐπὶ τὸ τεῖχος ἀναβάντες, αὐθημερὸν γίνονται καὶ ταύτης τῆς πόλεως κύριοι.
士兵们有的砍断城门,有的用云梯攀登城墙,在当天也成了这座城市的主人。
§6.91.4ὡς δὲ παρέλαβε τὴν πόλιν, ὀλίγους μέν τινας ἐπιλέξας τοὺς αἰτίους τῆς ἀποστάσεως ἀπέκτεινε, τοὺς δὲ λοιποὺς χρημάτων ἀφαιρέσει ζημιώσας καὶ ὅπλα ἀφελόμενος, Ῥωμαίων εἶναι τὸ λοιπὸν ἠνάγκασεν ὑπηκόους.
在占领该城后,他挑选了少数几个发动叛乱的罪魁祸首予以处决,而对其余的人则处以没收财产的处罚,并缴械他们的武器,强迫他们从此成为罗马的臣属。