Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.90.1-6.90.3

圣山祭献与平民市政官的设立

第 496 段,共 962 段 · 希腊语

内容简介

平民在下山进城前在圣山建造了祭坛,并在进城后获得了贵族对护民官职位的批准,同时争取到了元老院对设立后来的市政官职位的允许。

§6.90.1ἐπειδὴ ταῦτʼ ἐψηφίσαντο, βωμὸν κατεσκεύασαν ἐπὶ τῆς ἀκρωρείας, ἐν ᾗ κατεστρατοπέδευσαν, ὃν ἐπὶ τοῦ κατασχόντος αὐτοὺς τότε δείματος ὠνόμασαν, ὡς ἡ πάτριος αὐτῶν σημαίνει γλῶσσα, Διὸς Δειματίου·
他们决议了这些事情之后,在他们曾驻扎的山顶上建造了一座祭坛。 根据当时支配他们的恐惧,按照他们祖国语言的含义,他们将其命名为“恐惧之宙斯”祭坛。
ᾧ θυσίας ἐπιτελέσαντες καὶ τὸν ὑποδεξάμενον αὐτοὺς τόπον ἱερὸν ἀνέντες, κατῄεσαν εἰς τὴν πόλιν ἅμα τοῖς πρέσβεσιν.
他们向这位神明献祭,并将接纳他们的这一地方奉献为圣地,随后与使节们一同下山进入城内。
§6.90.2ἀποδόντες δὲ καὶ τοῖς ἐν τῇ πόλει θεοῖς χαριστήρια, καὶ τοὺς πατρικίους πείσαντες ἐπικυρῶσαι τὴν ἀρχὴν ψῆφον ἐπενέγκαντας, ἐπειδὴ καὶ τούτου παρʼ αὐτῶν ἔτυχον, ἐδεήθησαν ἔτι τῆς βουλῆς ἐπιτρέψαι σφίσιν ἄνδρας ἐκ τῶν δημοτικῶν δύο καθʼ ἕκαστον ἐνιαυτὸν ἀποδεικνύναι τοὺς ὑπηρετήσοντας τοῖς δημάρχοις ὅσων ἂν δέωνται καὶ δίκας, ἃς ἂν ἐπιτρέψωνται ἐκεῖνοι, κρινοῦντας ἱερῶν τε καὶ δημοσίων τόπων καὶ τῆς κατὰ τὴν ἀγορὰν εὐετηρίας §6.90.3ἐπιμελησομένους.
在向城内的神明献上感恩祭,并说服贵族们投票批准这一官职之后——因为他们也从贵族那里得到了这一允准——他们又请求元老院允许他们每年从平民中选任两名男子,协助护民官处理他们可能需要的任何事务,并审判护民官委托给他们的诉讼,以及负责神圣场所、公共场所和市场物资供应的管理。
λαβόντες δὲ καὶ τοῦτο τὸ συγχώρημα παρὰ τῆς βουλῆς ἀποδεικνύουσιν ἄνδρας, οὕς ὑπηρέτας τῶν δημάρχων καὶ συνάρχοντας καὶ δικαστὰς ἐκάλουν.
从元老院获得这一让步后,他们任命了这些人,当时称他们为护民官的助手、同僚和法官。
νῦν μέντοι κατὰ τὴν ἐπιχώριον γλῶτταν ἀφʼ ἑνὸς ὧν πράττουσιν ἔργων ἱερῶν τόπων ἐπιμεληταὶ καλοῦνται καὶ τὴν ἐξουσίαν οὐκέθʼ ὑπηρετικὴν ἑτέρων ἔχουσιν, ὡς πρότερον, ἐπιτέτραπται δʼ αὐτοῖς πολλὰ καὶ μεγάλα, καὶ σχεδὸν ἐοίκασί πως κατὰ τὰ πλεῖστα τοῖς παρʼ Ἕλλησιν ἀγορανόμοις.
然而现在,根据当地的语言,因他们所履行的职责之一,他们被称为“神殿管理人”,他们的权力也不再像以前那样隶属于他人,而是有许多重大事务被委任给他们,在绝大多数方面,他们几乎与希腊人的市场监督官极为相似。

词汇与语法注释

  1. 6.90.1ὡς ἡ πάτριος αὐτῶν σημαίνει γλῶσσα, Διὸς Δειματίου — 此处将拉丁语神名 Iuppiter Territor(令人恐惧的朱庇特)意译为希腊语的 Διὸς Δειματίου(恐惧之宙斯),并指出该希腊语名称对应罗马人“祖国语言”(拉丁语)中的含义。
  2. 6.90.2τοὺς ὑπηρετήσοντας ... κρινοῦντας ... ἐπιμελησομένους — 这三个将来时分词(包括作为收缩将来时形式的 κρινοῦντας)修饰前文的 ἄνδρες δύο,限定了他们被任命的目的或应当承担的职责。
  3. 6.90.3ἀφʼ ἑνὸς ὧν πράττουσιν ἔργων — 关系代名词 ὧν 被吸引至其先行词 ἔργων 的属格。该结构是 ἀφʼ ἑνὸς τῶν ἔργων ἃ πράττουσιν(源于他们所履行的职责之一)的紧缩表达。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.90.1-6.90.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.90.1-6.90.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。