§6.9.1καὶ τόδε, ὦ πολῖται, τοῦ μήτʼ ὀρρωδεῖν μήτʼ ἐκτρέπεσθαι τὰ δεινὰ μέγιστον παρακέλευσμα, ὅτι πάντες οἱ πρωτεύοντες τοῦ βουλευτικοῦ συνεδρίου πάρεισιν, ὥσπερ ὁρᾶτε, κοινὰς ὑμῖν ποιησόμενοι τὰς τοῦ πολέμου τύχας, οἷς ἀφεῖσθαι στρατείας ὅ τε χρόνος
市民諸君よ、そしてこれもまた、困難を恐れることも、それから逃れることもしないための最大の励ましである。 すなわち、諸君が見ている通り、元老院の主導的な人々が全員ここに居合わせて、諸君と戦争の運命を共にしようとしていることである。
§6.9.2ὁ τῆς ἡλικίας ἀποδέδωκε καὶ ὁ νόμος.
彼らには、年齢の法律が軍役の免除を与えているのである。
οὐκοῦν αἰσχρὸν μὲν ὑμᾶς τοὺς ἐν ἀκμῇ φεύγειν τὰ δεινά, τούτους δὲ τοὺς ὑπὲρ ἡλικίαν διώκειν, καὶ τὸ μὲν τῶν γερόντων πρόθυμον, ἐπεὶ οὐκ ἀποκτεῖναί τινα δύναται τῶν πολεμίων, ἀποθνήσκειν γε ὑπὲρ τῆς πατρίδος ἐθέλειν, τὸ δʼ ὑμέτερον ἀκμάζον, οἷς ἔξεστιν εὐτυχήσασι μὲν ἀμφότερα σῶσαι καὶ νικᾶν ἀσφαλῶς, εἰ δὲ καὶ μὴ μετὰ τοῦ δρᾶσαί τι γενναῖον καὶ παθεῖν, μήτε τῆς τύχης πεῖραν λαβεῖν, μήτε τὴν τῆς ἀρετῆς δόξαν καταλιπεῖν;
それゆえ、盛りにいる諸君が困難を避ける一方で、年齢を超えた彼らがそれを追い求めること、そして、老人の熱意ある側は、敵を誰も殺すことができないにしても、少なくとも祖国のために死ぬことを望んでいる一方で、盛りにいる諸君の側が――彼らには、幸運であれば自身と国家の両方を救い、安全に勝利することができ、もしそうでなくとも、何か高貴なことを行った上で死を被ることができるというのに――運命を試みることもせず、徳の誉れを残すこともしないのは、恥ずべきことではないか。
§6.9.3οὐ πρὸς ὑμῶν, ὦ ἄνδρες Ῥωμαῖοι, τὰ μὲν πολλὰ ὑπάρχειν καὶ θαυμαστὰ ἔργα παρʼ ἑτέροις, οὓς οὐδεὶς ὑμνήσει λόγος ἀξίως; πολλὰς δὲ καὶ περιβοήτους πράξεις οἰκείας τὸ ἐξ ὑμῶν καρπώσεται γένος, ἢν τοῦτον ἔτι κατορθώσητε τὸν πόλεμον.
ローマの男子よ、多くの素晴らしい業績が他人のもとに存在し(彼らについてはどんな言葉も価値相応に讃えることはできないであろうが)、諸君から生まれる一族が、もしこの戦争をも成功に導くなら、多くの、かつ名高い自分自身の偉業を享受する、ということは諸君にふさわしいことではないか。
ἵνα δὲ καὶ τοῖς τὰ κράτιστα ὑμῶν ἐγνωκόσι τὸ γενναῖον μὴ ἀκερδὲς γένηται καὶ τοῖς πέρα τοῦ δέοντος τὰ δεινὰ πεφοβημένοις μὴ ἀζήμιον ᾖ, πρὶν εἰς ταῦτα ἐλθεῖν, οἵων ἑκατέροις συμβήσεται τυχεῖν, ἀκούσατέ μου.
しかし、諸君のうちで最善のことを決意した者たちにとって高貴な行いが報われないものとならず、必要以上に困難を恐れている者たちにとってその臆病が罰せられないものとならないために、これらの結果、すなわち各々がどのようなことに遭遇することになるかに立ち至る前に、私の言葉を聞くがよい。
§6.9.4ᾧ μὲν ἄν τι καλὸν ἢ γενναῖον ἐν τῇ μάχῃ διαπραξαμένῳ μαρτυρήσωσιν οἱ τὰ ἔργα συνειδότες τάς τʼ ἄλλας ἀποδώσω παραχρῆμα τιμάς, ἃς ἐκ τῶν πατρίων ἑκάστοις ἐθισμῶν ὑπάρχει φέρεσθαι, καὶ γῆς ἔτι προσθήσω κλῆρον, ἧς κέκτηται τὸ δημόσιον, ἱκανὸν ποιῆσαι ὡς μηδενὸς τῶν ἀναγκαίων δεηθῆναι·
戦闘において何か美しく高貴なことを成し遂げた者で、その事績を知る者たちが証言する者には、私は、祖先の慣習から各々が受けることになっている他の栄誉をただちに与えるとともに、さらに、公有地の中から、必要なものに何一つ事欠かぬようにするのに十分な一区画の土地を与えるであろう。
ᾧ δʼ ἂν ἡ κακὴ καὶ θεοβλαβὴς διάνοια φυγῆς ἀσχήμονος ἐπιθυμίαν ἐμβάλῃ, τούτῳ τὸν φευγόμενον ἀγχοῦ παραστήσω θάνατον·
しかし、邪悪で神に呪われた考えが、見苦しい逃亡の望みを吹き込むような者には、私は、彼が避けようとしている死を間近に突きつけるであろう。
κρείττων γὰρ ἂν ἑαυτῷ τε καὶ τοῖς ἄλλοις γένοιτο τοιοῦτος πολίτης ἀποθανών·
そのような市民は、死ぬことによって自分自身にとっても他の人々にとっても、より良き者となるであろうからである。
καὶ περιέσται τοῖς οὕτως ἀποθανοῦσι μήτε ταφῆς μήτε τῶν ἄλλων νομίμων μεταλαβεῖν, ἀλλʼ ἀζήλοις ἀκλαύστοις ὑπʼ οἰωνῶν τε καὶ θηρίων διαφορηθῆναι.
そして、このように死んだ者たちには、埋葬も他のいかなる法も与えられず、惜しまれることもなく、涙を流されることもなく、鳥や獣によって引き裂かれるという結果になるであろう。
§6.9.5ταῦτα δὴ προεγνωκότες ἴτε προθύμως ἅπαντες ἐπὶ τὸν ἀγῶνα, λαβόντες καλὰς ἐλπίδας ἔργων καλῶν ἡγεμόνας, ὡς ἐν ἑνὶ τῷδε κινδύνῳ τὸ κράτιστον καὶ κατʼ εὐχὴν ἅπασι τέλος λαβόντι τὰ μέγιστα ἕξοντες ἀγαθά, φόβου τυράννων ὑμᾶς αὐτοὺς ἐλευθερώσοντες, πόλει τῇ γειναμένῃ τροφείων δικαίας ἀπαιτούσῃ χάριτας ἀποδώσοντες, παῖδας, ὅσοις εἰσὶν ὑμῶν ἔτι νήπιοι, καὶ γαμετὰς γυναῖκας οὐ περιοψόμενοι παθεῖν πρὸς ἐχθρῶν ἀνήκεστα, γηραιούς τε πατέρας τὸν ὀλίγον ἔτι χρόνον ἥδιστον βιῶναι παρασκευάσοντες.
それゆえ、これらのことをあらかじめ知った上で、諸君全員は熱意をもって戦いへと進むがよい。 素晴らしい行いの導き手となる素晴らしい希望を抱いて。 この一度の危険において、最善かつ全員の願い通りの結末を得るならば、最大の善きものを手に入れることになるであろうという確信をもって。 自分自身を僭主の恐怖から解放し、諸君を生んだ祖国が養育の正当な見返りを求めているのに対して、報いることになるであろうし、子供たち(諸君のうちでまだ幼い子供がいる者たちのそれ)や妻たちが、敵から悲惨な目に遭わされるのを黙って見過ごすことはないであろうし、高齢の父親たちが、残されたわずかな時間をこの上なく心地よく過ごせるように計らうことになるであろうから。
§6.9.6ὦ μακάριοι μέν, οἷς ἂν ἐκγένηται τὸν ἐκ τοῦδε τοῦ πολέμου θρίαμβον καταγαγεῖν, ὑποδεχομένων ὑμᾶς τέκνων καὶ γυναικῶν καὶ πατέρων·
ああ、幸いなるかな、この戦争から凱旋を果たすことが叶う者たちは。 子供たちや妻たち、父親たちが諸君を迎え入れる中で。
εὐκλεεῖς δὲ καὶ ζηλωτοὶ τῆς ἀρετῆς οἱ τὰ σώματα χαριούμενοι τῇ πατρίδι.
そして、祖国にその身体を捧げる者たちは、誉れ高く、その徳において羨まれるであろう。
ἀποθανεῖν μὲν γὰρ ἅπασιν ἀνθρώποις ὀφείλεται, κακοῖς τε καὶ ἀγαθοῖς· καλῶς δὲ καὶ ἐνδόξως μόνοις τοῖς ἀγαθοῖς.
というのも、死ぬことはすべての人間にとって、卑劣な者にとっても勇気ある者にとっても免れ得ぬ運命であるが、美しく、かつ誉れ高く死ぬことは、善き人々だけに許されたことだからである。