Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §6.88.1-6.88.4

元老院による平民の要求の承認

494 / 962 箇所 · ギリシア語

要旨

平民はブルトゥスの提案を歓呼して受け入れ、メネニウスは元老院の承諾を得るため一部の使節を市に派遣する。元老院ではアッピウスの強硬な反対を押し切り、平民に新たな官職創設などの安全策を認める決議が下され、アグリッパが法起草のために陣営に留まる。

§6.88.1ὁ μὲν οὖν δῆμος ὡς τούτων ἤκουσε, μεγάλῃ βοῇ καὶ μέχρι πολλοῦ κατεχούσῃ τόν τε ἄνδρα ἐπῄνει, καὶ τοὺς πρεσβευτὰς παρεκάλει συγχωρῆσαι σφίσι καὶ τοῦτο.
そこで平民はこれらの言葉を聞くと、大きな声で、しかも長い間響き渡る声でその男を称賛し、使節たちに対しても、これも自分たちに認めるよう懇願した。
οἱ δὲ πρέσβεις μεταστάντες ἐκ τῆς ἐκκλησίας καὶ διαλεχθέντες ὀλίγα πρὸς ἀλλήλους παρῆσαν οὐ διὰ μακροῦ.
使節たちは民会から引き下がり、互いに少し言葉を交わした後、間もなく戻ってきた。
σιωπῆς δὲ γενομένης παρελθὼν ὁ Μενήνιος εἶπε·
静寂が生まれると、メネニウスが進み出て言った。
τὸ μὲν πρᾶγμα, ὦ δημόται, μέγα καὶ πολλῶν μεστὸν ὑποψιῶν ἀτόπων·
「平民諸君、この件は重大であり、多くの奇妙な疑惑に満ちている。
δέος τε καὶ φροντὶς ἡμᾶς εἰσέρχεται, μή ποτε δύο πόλεις ποιήσωμεν ἐν μιᾷ·
一つの国家の中に二つの国家を作ってしまうのではないかという恐れと懸念が我々に生じている。
πλὴν τό γʼ ἐφʼ ἡμῖν εἶναι μέρος οὐδὲ πρὸς ταύτην ἐναντιούμεθα τὴν δέησιν ὑμῶν.
だが、我々の力の及ぶ限りにおいて、我々はこのあなた方の要望に対しても反対はしない。
§6.88.2τοῦτο μέντοι χαρίσασθε ἡμῖν, ὃ καὶ ὑπὲρ ὑμῶν ἐστιν·
しかし、あなた方のためでもある、このことを我々に聞き届けてほしい。
ἐπιτρέψατε τῶν πρεσβευτῶν τισιν εἰς τὴν πόλιν ἀφικομένοις δηλῶσαι τῇ βουλῇ ταῦτα·
使節たちのうちの何人かが市に行き、元老院にこれらのことを報告するのを認めてほしい。
καὶ γὰρ εἰ τὴν ἐξουσίαν παρʼ αὐτῆς ἔχομεν, ὅπως ἂν βουλώμεθα, ποιήσασθαι τὰς διαλλαγὰς αὐτοκράτορες ὄντες τῶν ὑποσχέσεων, αὐτοί γέ τοι λαβεῖν τοῦτʼ οὐ δικαιοῦμεν, ἀλλʼ ἐπειδὴ παρὰ δόξαν ἡμῖν ἀπήντηται πρᾶγμα καινόν, ἀφελόμενοι τὴν ἰδίαν ἐξουσίαν τῷ συνεδρίῳ φέροντες ἀναθήσομεν·
というのは、たとえ我々が元老院から、望み通りに、約束の全権を持って和解を行う権限を得ているとしても、我々自身はこれを自ら決定することを正当とはみなさないからである。 そうではなく、予想に反して新たな事態に遭遇したのであるから、自らの権限を置いておき、これを議会に持ち帰り、委ねることにする。
πεπείσμεθα μέντοι κᾀκείνῳ ταὐτὰ δόξειν ἅπερ ἡμῖν.
しかし、あちらも我々と同じ決定を下すであろうと確信している。
ἐγὼ μὲν οὖν ἐνθάδε μενῶ καὶ σὺν ἐμοί τι μέρος τῆς πρεσβείας, Οὐαλέριος δὲ πορεύσεται καὶ οἱ λοιποὶ σὺν §6.88.3αὐτῷ.
それゆえ、私はここに留まり、使節団の一部も私と共に留まるが、ウァレリウスと残りの者たちは彼とともに出発するだろう。
ἐδόκει ταῦτα·
」これが承認された。
καὶ κατὰ σπουδὴν ἀναβάντες ἐπὶ τοὺς ἵππους ἤλαυνον εἰς τὴν πόλιν οἱ μέλλοντες δηλώσειν τῇ βουλῇ τὰ γενόμενα.
そして、元老院にこれまでの出来事を報告することになっている者たちは、急いで馬にまたがり、市へと駆け出した。
προθέντων δὲ τῶν ὑπάτων λόγον τοῖς συνέδροις, Οὐαλερίου μὲν ἦν γνώμη διδόναι καὶ ταύτην τῷ δήμῳ τὴν χάριν·
執政官たちが議員たちに諮ると、ウァレリウスの意見は、この恩恵をも平民に与えるべきだというものであった。
Ἄππιος δέ, ὅσπερ ἐξ ἀρχῆς ἠναντιοῦτο ταῖς διαλλαγαῖς, καὶ τότε ἐκ τοῦ φανεροῦ ἀντέλεγε βοῶν καὶ θεοὺς ἐπιμαρτυρόμενος καί, ὅσων μέλλοι σπέρμα κακῶν βαλεῖν, τῇ πολιτείᾳ προλέγων.
しかし、最初から和解に反対していたアッピウスは、この時も公然と反対して叫び、神々を証人に立て、この決定が国家制度にいかに多くの災厄の種を蒔くことになるかを予言した。
ἀλλʼ οὐκ ἔπειθε τοὺς πολλοὺς ὡρμηκότας, ὥσπερ εἶπον, διαλύσασθαι τὴν στάσιν.
しかし彼は、私が言ったように、内紛を解決しようと逸っている多数派を説得することはできなかった。
γίνεται δὴ ψήφισμα τῆς βουλῆς, τά τε ἄλλα, ὅσα οἱ πρέσβεις ὑπέσχοντο τῷ δήμῳ, πάντα εἶναι κύρια, καὶ τὴν ἀσφάλειαν, §6.88.4ἣν ᾐτεῖτο, ἐπιτρέπειν.
こうして、使節たちが平民に約束した他のすべての事柄を有効とし、彼らが求めていた安全策をも認めるという元老院の決議がなされた。
ταῦθʼ οἱ πρέσβεις διοικησάμενοι τῇ κατόπιν ἡμέρᾳ παρῆσαν ἐπὶ τὸ στρατόπεδον καὶ τὰ δόξαντα τῇ βουλῇ διεσάφησαν.
使節たちはこれらの手続きを終え、翌日、陣営にやって来て元老院の決定を説明した。
μετὰ τοῦτο Μενηνίου παραινέσαντος τοῖς δημόταις ἀποστεῖλαί τινας εἰς τὴν πόλιν, οἷς ἡ βουλὴ τὰ πιστὰ δώσει, πέμπεται Λεύκιος Ἰούνιος Βροῦτος, ὑπὲρ οὗ πρότερον εἴρηκα, καὶ σὺν αὐτῷ Μάρκος Δέκιος καὶ Σπόριος Ἰκίλιος.
この後、メネニウスが平民たちに、元老院が誓約を与える相手として何人かを市に派遣するように勧めると、私が前に言及したルキウス・ユニウス・ブルトゥスが、マルクス・デキウスおよびスポリウス・イキリウスと共に派遣された。
τῶν δὲ παρὰ τῆς βουλῆς ἀφιγμένων οἱ μὲν ἡμίσεις ἅμα τοῖς περὶ τὸν Βροῦτον εἰς τὴν πόλιν ὑπέστρεψαν, Ἀγρίππας δὲ μετὰ τῶν λοιπῶν κατέμεινεν ἐπὶ τοῦ στρατοπέδου διαγράψαι παρακληθεὶς τὸν νόμον τοῖς δημοτικοῖς καθʼ ὃν ἀποδείξουσι τὰς ἀρχάς.
元老院から来ていた者たちの半数は、ブルトゥスらと共に市へと引き返したが、アグリッパは、平民たちが官職を任命するための法律を起草するよう懇願され、残りの者たちと共に陣営に留まった。

語釈・文法注

  1. 1243τό γʼ ἐφʼ ἡμῖν εἶναι μέρος — 制限の対格として用いられる慣用句で、「我々の力の及ぶ限りにおいて」「我々に関する限り」を意味する。不定詞 `εἶναι` は制限的・副詞的用法(絶対不定詞)である。
  2. p.v.2p.395αὐτοί γέ τοι λαβεῖν τοῦτʼ οὐ δικαιοῦμεν — 動詞 `δικαιοῦμεν` は「当然とみなす」「正当とする」の意で、不定詞 `λαβεῖν` を伴い、「(そのような全権を有していても)我々自身でこの決定を引き受ける(自ら下す)ことは正当だとはみなさない」という意味を表す。
  3. 1244ὅσων μέλλοι σπέρμα κακῶν βαλεῖν — 代名詞 `ὅσων` は `κακῶν` にかかり、間接疑問節を形成して `προλέγων`(「予言しつつ」)の目的語となっている。主節が過去の歴史記述であるため、直接話法の直説法(または接続法)から斜格の希求法 `μέλλοι` に変化している。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §6.88.1-6.88.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.88.1-6.88.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。