Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §6.83.1-6.83.5

メネニウスの演説と債務免除の提案

489 / 962 箇所 · ギリシア語

要旨

メネニウス・アグリッパが平民たちに対して演説を行い、不和の主因である借金問題の抜本的な解決策として債務免除や身柄拘束の解除を提示する。

§6.83.1ὡς δʼ ἐπαύσατο, πάντες οἱ παρόντες ἐπεθορύβησαν ὡς τὰ δέοντα λελογισμένῳ συγκατατιθέμενοι καὶ μετὰ τοῦτο ἡσυχίας γενομένης Μενήνιος Ἀγρίππας, ὅσπερ καὶ τοὺς ἐν τῇ βουλῇ λόγους ὑπὲρ τοῦ δήμου διέθετο καὶ τοῦ πεμφθῆναι τὴν αὐτοκράτορα πρεσβείαν τὴν γνώμην ἀποφηνάμενος αἰτιώτατος ἦν, διεσήμηνεν ὅτι βούλεται καὶ αὐτὸς εἰπεῖν.
彼が話し終えると、同席していた一同は、彼が適切なことを考えたのだとして同意を示し、大声でどよめいた。 そしてその後、静けさが戻ると、メネニウス・アグリッパ――元老院でも平民のために弁論を行い、全権使節の派遣を提案してその最大の推進者となった人物――が、自分も発言したいという意思を示した。
τοῖς δὲ κατʼ εὐχὴν τὸ πρᾶγμα ἐφάνη καὶ νυνί γέ τοι λόγων ὑπέλαβον ἀκούσεσθαι συμβάσεις ἀληθινὰς καὶ γνώμας σωτηρίους ἀμφοῖν ἐχόντων.
人々にとってこれは願い通りのことに思われ、今や双方にとって救いとなる意見を含んだ真の和解の言葉を聞くことができるだろうと考えた。
§6.83.2καὶ τὸ μὲν πρῶτον ἐπερρόθησαν ἅπαντες βοῇ μεγάλῃ λέγειν κελεύοντες·
そして最初は、皆が大声で叫びながら発言を求めた。
ἔπειτα ἐπέσχον, καὶ σιγὴ τοσαύτη κατέλαβε τὴν ἐκκλησίαν, ὥστε μηθὲν διαλλάξαι τὸν τόπον ἐρημίας.
その後、彼らは沈黙し、民会には非常に深い静寂が立ち込めたため、その場は無人の荒野と何ら変わるところがなかった。
ὁ δὲ τά τε ἄλλα, ὡς οἷόν τε ἦν, πιθανωτάτοις ἔδοξε χρήσασθαι λόγοις καὶ τοῦ βουλήματος τῶν ἀκουόντων ἐστοχασμένοις, τελευτῶν δὲ τῆς δημηγορίας λέγεται μῦθόν τινα εἰπεῖν εἰς τὸν Αἰσώπειον τρόπον συμπλάσας πολλὴν ὁμοιότητα πρὸς τὰ πράγματα ἔχοντα, καὶ τούτῳ μάλιστʼ αὐτοὺς ἑλεῖν·
彼は、他の点でも可能な限り最も説得力があり、聞き手の望みに適う言葉を用いたと思われたが、演説の最後には、イソップ風のやり方に倣って自作した、現状に非常によく似た寓話を語ったと言われており、これによって彼らの心を最も強く捉えた。
ὅθεν καὶ μνήμης ἀξιοῦται ὁ λόγος καὶ φέρεται ἐν ἁπάσαις ταῖς ἀρχαίαις ἱστορίαις.
それゆえ、この演説は記憶に値するものとされ、すべての古代の歴史書に記載されている。
ἦν δὲ τὰ λεχθέντα ὑπʼ αὐτοῦ τοιάδε.
彼によって語られた内容は、次のようなものであった。
§6.83.3ἡμεῖς ἀπεστάλημεν ὑπὸ τῆς βουλῆς, ὦ δημόται, πρὸς ὑμᾶς οὔτε ἀπολογησόμενοι ὑπὲρ ἐκείνης οὔτε ὑμῶν κατηγορήσοντες·
「市民の皆さん、私たちは元老院によってあなた方のもとへ派遣されましたが、元老院のために弁明するためでも、あなた方を非難するためでもありません。
οὐ γὰρ ἐδόκει ταῦτα καιρὸν ἔχειν οὐδʼ εἶναι ταῖς κατεχούσαις τὸ κοινὸν τύχαις πρόσφορα·
そのようなことは時宜を得ておらず、国家を支配している境遇にも適していないと思われたからです。
ἀλλὰ διαλύσοντες ἁπάσῃ προθυμίᾳ καὶ μηχανῇ τὴν στάσιν καὶ καταστήσοντες εἰς τὸν ἐξ ἀρχῆς κόσμον τὴν πολιτείαν, ἔχοντες δὲ τούτου τὴν ἐξουσίαν αὐτοκράτορα.
そうではなく、あらゆる熱意と手段をもって内紛を終息させ、国制を本来の秩序へと回復させるためであり、そのための全権を私たちは与えられているのです。
ὥστε περὶ μὲν τῶν δικαίων οὐδὲν ἂν οἰόμεθα δεῖν, ὅπερ Ἰούνιος ἐποίησεν οὑτοσί, εἰς μακρὸν ἐκμηκύνειν χρόνον·
したがって、正義については、こちらのユニウスがしたように、だらだらと長く引き延ばす必要はないと考えます。
ἐφʼ οἷς δὲ φιλανθρώποις διαλῦσαι τὴν στάσιν οἰόμεθα δεῖν, καὶ τίς ἡ βεβαιώσουσα τὰς ὁμολογίας ἡμῶν ἔσται πίστις, περὶ τούτων, §6.83.4ἃ διεγνώκαμεν, ἐροῦμεν πρὸς ὑμᾶς.
我々がどのような寛大な条件に基づいて内紛を解決すべきと考え、我々の合意を保証するどのような保証があるべきか、これらについて、我々が決意したことを、あなた方に語りましょう。
ἡμῖν ἐνθυμουμένοις, ὅτι πᾶσα θεραπεύεται στάσις ἐξ ἁπάσης πόλεως, ὅταν ἐξαιρεθῶσιν αἱ παρασχοῦσαι τὴν διαφορὰν αἰτίαι, ἀναγκαῖον ἔδοξεν εἶναι τὰς ἀρχηγοὺς τῆς διχοστασίας προφάσεις γνῶναί τε καὶ παῦσαι.
いかなる国家からも、不和をもたらした原因が取り除かれるとき、すべての内紛が治療されるということを私たちが熟考した結果、不和の根本的な原因を認識し、それを終わらせることが不可欠であると思われました。
εὑρόντες δὲ τὰς ἀποτόμους τῶν δανείων ἀναπράξεις τῶν παρόντων κακῶν αἰτίας γεγονυίας, οὕτως αὐτὰς διορθούμεθα.
そして、借金の過酷な取り立てが現在の災厄の原因であることを突き止めたので、我々はそれを次のように是正します。
τοὺς ὀφείλοντας χρία καὶ μὴ δυναμένους διαλύσασθαι πάντας ἀφεῖσθαι τῶν ὀφλημάτων δικαιοῦμεν·
債務を負っており、それを返済する能力のない者全員について、その債務を免除することを正当と認めます。
καὶ εἴ τινων ἤδη τὰ σώματα ὑπερημέρων ὄντων ταῖς νομίμοις προθεσμίαις κατέχεται, καὶ ταῦτʼ ἐλεύθερα εἶναι κρίνομεν·
また、法的な期限を過ぎてすでにその身柄を拘束されている人々があるならば、彼らも自由の身とすることを決定します。
ὅσοι τε δίκαις ἁλόντες ἰδίαις παρεδόθησαν τοῖς καταδικασαμένοις, καὶ τούτους ἐλευθέρους εἶναι βουλόμεθα, καὶ τὰς καταγνώσεις αὐτῶν ἀκύρους ποιοῦμεν.
さらに、個人の訴訟で敗訴して勝訴した者に引き渡された人々全員についても、自由の身とすることを望み、彼らに対する判決を無効とします。
§6.83.5περὶ μὲν δὴ τῶν ἐκ τοῦ παρεληλυθότος χρόνου συμβολαίων, ἃ τὴν ἀπόστασιν ἔδοξεν ἡμῖν ποιῆσαι, τοῦτον ἐπανορθούμεθα τὸν τρόπον·
さて、過去の契約であって、我々にとって離反を引き起こしたと思われるものについては、このように是正します。
περὶ δὲ τῶν ὕστερον ἐσομένων, ὡς ἂν ὑμῖν τε τῷ δήμῳ καὶ τοῖς ἐκ τοῦ συνεδρίου κοινῇ βουλευσομένοις φανῇ, νόμου κυρωθέντος, οὕτως ἐχέτω.
将来の契約については、あなた方平民と、元老院のメンバーが共同で審議して適切と思われるように、法が制定された上で、そのように定められるように。
οὐχὶ ταῦτα μέντοι τὰ διαστήσαντα ὑμᾶς ἦν ἀπὸ τῶν πατρικίων, ὦ δημόται, καὶ τούτων εἰ τύχοιτε ἀποχρῆν ὑμῖν ᾤεσθε καὶ οὐδενὸς ἄλλου ὠρέγεσθε;
市民の皆さん、まさにこれらが、あなた方を貴族から引き離した原因ではなかったでしょうか。 そしてこれらを得ることができれば、あなた方はそれで十分であると考え、他には何も望まなかったのではないですか。
δίδοται νῦν ὑμῖν·
今や、それらがあなた方に与えられます。
ἄπιτε ἤδη χαίροντες εἰς τὴν πατρίδα.
ですから、今すぐ喜びのうちに祖国へ帰還しなさい。 」

語釈・文法注

  1. 1229τοῦ πεμφθῆναι τὴν αὐτοκράτορα πρεσβείαν τὴν γνώμην ἀποφηνάμενος — τοῦ πεμφθῆναι は `γνώμην` または `αἰτιώτατος` に係る属格の動名詞。受動不定詞 `πεμφθῆναι`(πέμπω の不定過去)の意味上の主語として対格の `τὴν αὐτοκράτορα πρεσβείαν` を伴っている。「全権を持つ使節団が派遣されるべきだという意見を表明したことで」という意味になる。
  2. p.v.2p.386ὥστε μηθὲν διαλλάξαι τὸν τόπον ἐρημίας — 結果を導く ὥστε 節。不定詞 `διαλλάξαι`(διαλλάσσω)はここでは自動詞的に用いられ、「異なる、違いがある」の意味。`μηθὲν` は副詞的な機能。`ἐρημίας` は比較の属格であり、「その場所が無人の荒野と何ら変わるところがなかったほどに」と解釈される。
  3. 1232τοὺς ὀφείλοντας χρία καὶ μὴ δυναμένους διαλύσασθαι πάντας ἀφεῖσθαι τῶν ὀφλημάτων δικαιοῦμεν — 動詞 `δικαιοῦμεν`(〜するのを正当とみなす、決定する)が、対格(`τοὺς ὀφείλοντας ... πάντας`)と受動不定詞(`ἀφεῖσθαι`)からなる対格不定詞構文(A.C.I.)を取っている。`τῶν ὀφλημάτων` は分離の属格であり、「債務を負い、それを支払うことのできない者全員について、その債務から解放される(免除される)ことを決定する」という意味構造になる。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §6.83.1-6.83.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.83.1-6.83.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。