§6.82.1ὀλίγα δὲ τούτοις ἔτι προσθέντος τοῦ Λαρκίου καὶ τῆς ἐπαναστάσεως αὐτῶν καὶ τῆς προπετείας τῶν βουλευμάτων καθαψαμένου παραλαβὼν τὸν λόγον ὁ τοῦ δήμου προεστηκὼς τότε Σικίννιος ἔτι μᾶλλον ἐτράχυνε τὰς ὀργὰς αὐτῶν λέγων, ὡς ἐκ τούτων ἂν δύναιντο μάλιστα τῶν λόγων καταμαθεῖν, οἷαι τιμαὶ καὶ χάριτες αὐτοὺς ὑποδέξονται κατελθόντας εἰς τὴν πατρίδα.
ラルキウスがさらにこれらに少しを付け加え、彼らの反乱と計画の無謀さを非難したとき、当時平民の指導者であったシキニウスが発言を引き継いで、彼らの怒りをさらにいっそう激しくし、これらの言葉から、祖国に帰還した彼らをどのような名誉と好意が待ち受けているかを最もよく理解できるだろう、と言った。
§6.82.2οἷς γὰρ ἐν ἀκμῇ τῶν δεινῶν οὖσι καὶ δεομένοις τῆς παρὰ τοῦ δήμου βοηθείας καὶ ἐπὶ τοῦθʼ ἥκουσιν οὐδὲ νῦν ἐπέρχεται μετρίους καὶ φιλανθρώπους ποιεῖσθαι λόγους, τίνα χρὴ δοκεῖν παραστήσεσθαι διάνοιαν, ὅταν αὐτοῖς κατʼ ἐλπίδα χωρήσῃ τὰ πράγματα, καὶ γένηται τὰ νῦν ὑβριζόμενα τοῖς λόγοις ὑποχείρια τοῖς ἔργοις;
「というのも、危機の絶頂にあり、平民からの援助を必要として、そのために来ている者たちに対してさえ、今や節度ある慈悲深い言葉を述べることが心に浮かびもしないのだから、彼らの望み通りに事態が運び、現在言葉によって侮辱されている人々が事実において彼らの手中に落ちるとき、彼らにどのような考えが生じると想定すべきだろうか。
ποίας ὑπερηφανίας αὐτοὺς ἀφέξεσθαι, ποίας αἰκίας, ποίας ὠμότητος τυραννικῆς;
彼らがどのような傲慢さ、どのような虐待、どのような僭主的な残虐行為を控えるというのだろうか。
§6.82.3ἀλλʼ εἰ μὲν ὑμῖν ἀπόχρη δουλεύειν ἅπαντα τὸν τοῦ βίου χρόνον δεδεμένοις καὶ μαστιγουμένοις καὶ πυρὶ καὶ σιδήρῳ καὶ λιμῷ καὶ πάσῃ λώβῃ ἀπολλυμένοις, μὴ τρίβετε τὸν χρόνον, ἀλλὰ τὰ ὅπλα ῥίψαντές τε καὶ τὼ χεῖρε περιαγαγόντες ἀκολουθεῖτε αὐτοῖς·
しかし、もしあなた方にとって、縛られ、鞭打たれ、火と剣、飢えとあらゆる虐待によって滅ぼされながら、生涯ずっと奴隷として仕えることで十分であるなら、時間を無駄にすることなく、武器を投げ捨てて両手を後ろに回し、彼らに従いなさい。
εἰ δὲ τῆς ἐλευθερίας ἔνεστιν ὑμῖν τις πόθος, μὴ ἀνέχεσθε αὐτῶν.
だが、もしあなた方に自由への憧れが少しでもあるならば、彼らに屈してはならない。
ὑμεῖς τʼ, ὦ πρέσβεις, ἢ λέγετε, ἐφʼ οἷς καλεῖτε ἡμᾶς δικαίοις, ἢ μὴ λέγοντες ἐκ τῆς ἐκκλησίας ἄπιτε·
そして使節たちよ、あなた方は我々を呼び戻す条件となる正当な条件を述べるか、さもなくば、それを述べることなく民会から立ち去りなさい。
οὐ γὰρ ἂν ἔτι μεταδοίημεν ὑμῖν λόγου.
我々はもはやあなた方に発言の機会を与えないだろうからだ。 」