§6.83.1ὡς δʼ ἐπαύσατο, πάντες οἱ παρόντες ἐπεθορύβησαν ὡς τὰ δέοντα λελογισμένῳ συγκατατιθέμενοι καὶ μετὰ τοῦτο ἡσυχίας γενομένης Μενήνιος Ἀγρίππας, ὅσπερ καὶ τοὺς ἐν τῇ βουλῇ λόγους ὑπὲρ τοῦ δήμου διέθετο καὶ τοῦ πεμφθῆναι τὴν αὐτοκράτορα πρεσβείαν τὴν γνώμην ἀποφηνάμενος αἰτιώτατος ἦν, διεσήμηνεν ὅτι βούλεται καὶ αὐτὸς εἰπεῖν.
当他结束发言时,所有在场的人都大声欢呼,表示赞同,认为他的考虑是切合实际的;在此之后,当会场安静下来,梅内尼乌斯·阿格里帕——他曾在元老院中为平民辩护,并通过发表应当派具有全权之使者的意见而成为此举的最主要促成者——示意他也想发言。
τοῖς δὲ κατʼ εὐχὴν τὸ πρᾶγμα ἐφάνη καὶ νυνί γέ τοι λόγων ὑπέλαβον ἀκούσεσθαι συμβάσεις ἀληθινὰς καὶ γνώμας σωτηρίους ἀμφοῖν ἐχόντων.
这在平民看来正合心意,他们心想现在至少能听到包含真正和解、且对双方都有救赎作用的见解的话语了。
§6.83.2καὶ τὸ μὲν πρῶτον ἐπερρόθησαν ἅπαντες βοῇ μεγάλῃ λέγειν κελεύοντες· ἔπειτα ἐπέσχον, καὶ σιγὴ τοσαύτη κατέλαβε τὴν ἐκκλησίαν, ὥστε μηθὲν διαλλάξαι τὸν τόπον ἐρημίας.
起初,所有人都在大声欢呼,促请他发言;接着他们安静下来,会场陷入了如此深沉的寂静,以至于该处与荒无人烟之境别无二致。
ὁ δὲ τά τε ἄλλα, ὡς οἷόν τε ἦν, πιθανωτάτοις ἔδοξε χρήσασθαι λόγοις καὶ τοῦ βουλήματος τῶν ἀκουόντων ἐστοχασμένοις, τελευτῶν δὲ τῆς δημηγορίας λέγεται μῦθόν τινα εἰπεῖν εἰς τὸν Αἰσώπειον τρόπον συμπλάσας πολλὴν ὁμοιότητα πρὸς τὰ πράγματα ἔχοντα, καὶ τούτῳ μάλιστʼ αὐτοὺς ἑλεῖν·
他在其他方面,似乎尽可能地使用了最具说服力、且切合听众心愿的话语,而在演说的结尾,据说他讲了一个仿照伊索寓言方式创作的寓言,这寓言与当下的局势有着极大的相似性,他以此最有效地打动了他们。
ὅθεν καὶ μνήμης ἀξιοῦται ὁ λόγος καὶ φέρεται ἐν ἁπάσαις ταῖς ἀρχαίαις ἱστορίαις.
因此,这篇演说被认为值得纪念,并记载在所有的古代历史书中。
ἦν δὲ τὰ λεχθέντα ὑπʼ αὐτοῦ τοιάδε. §6.83.3ἡμεῖς ἀπεστάλημεν ὑπὸ τῆς βουλῆς, ὦ δημόται, πρὸς ὑμᾶς οὔτε ἀπολογησόμενοι ὑπὲρ ἐκείνης οὔτε ὑμῶν κατηγορήσοντες· οὐ γὰρ ἐδόκει ταῦτα καιρὸν ἔχειν οὐδʼ εἶναι ταῖς κατεχούσαις τὸ κοινὸν τύχαις πρόσφορα·
他所说的话如下: “平民们,我们是由元老院派来见你们的,既不是为了替它辩护,也不是为了指责你们;因为这些事情在当下看来并不合时宜,也不适合支配国家命运的处境。
ἀλλὰ διαλύσοντες ἁπάσῃ προθυμίᾳ καὶ μηχανῇ τὴν στάσιν καὶ καταστήσοντες εἰς τὸν ἐξ ἀρχῆς κόσμον τὴν πολιτείαν, ἔχοντες δὲ τούτου τὴν ἐξουσίαν αὐτοκράτορα.
我们来是为了尽一切热诚与手段结束这场内讧,并使政体恢复到最初的秩序,而且我们拥有执行此事的绝对全权。
ὥστε περὶ μὲν τῶν δικαίων οὐδὲν ἂν οἰόμεθα δεῖν, ὅπερ Ἰούνιος ἐποίησεν οὑτοσί, εἰς μακρὸν ἐκμηκύνειν χρόνον·
因此,关于权利的正当性问题,我们认为根本不需要像这里的尤尼乌斯所做的那样,将其拖得很长。
ἐφʼ οἷς δὲ φιλανθρώποις διαλῦσαι τὴν στάσιν οἰόμεθα δεῖν, καὶ τίς ἡ βεβαιώσουσα τὰς ὁμολογίας ἡμῶν ἔσται πίστις, περὶ τούτων, §6.83.4ἃ διεγνώκαμεν, ἐροῦμεν πρὸς ὑμᾶς.
相反,关于我们认为应当依据何种仁慈的条件来解决这场内讧,以及有什么样的保证能巩固我们的协议,关于这些事情,我们所决定的事情,将向你们说明。
ἡμῖν ἐνθυμουμένοις, ὅτι πᾶσα θεραπεύεται στάσις ἐξ ἁπάσης πόλεως, ὅταν ἐξαιρεθῶσιν αἱ παρασχοῦσαι τὴν διαφορὰν αἰτίαι, ἀναγκαῖον ἔδοξεν εἶναι τὰς ἀρχηγοὺς τῆς διχοστασίας προφάσεις γνῶναί τε καὶ παῦσαι.
我们考虑到,只要消除产生纠纷的原因,任何城邦的一切内讧都能得到治愈,因此我们认为认识并终止导致分裂的根本借口是十分必要的。
εὑρόντες δὲ τὰς ἀποτόμους τῶν δανείων ἀναπράξεις τῶν παρόντων κακῶν αἰτίας γεγονυίας, οὕτως αὐτὰς διορθούμεθα.
既然我们发现严酷的债务催讨是目前灾祸的原因,我们便进行如下纠正。
τοὺς ὀφείλοντας χρία καὶ μὴ δυναμένους διαλύσασθαι πάντας ἀφεῖσθαι τῶν ὀφλημάτων δικαιοῦμεν· καὶ εἴ τινων ἤδη τὰ σώματα ὑπερημέρων ὄντων ταῖς νομίμοις προθεσμίαις κατέχεται, καὶ ταῦτʼ ἐλεύθερα εἶναι κρίνομεν· ὅσοι τε δίκαις ἁλόντες ἰδίαις παρεδόθησαν τοῖς καταδικασαμένοις, καὶ τούτους ἐλευθέρους εἶναι βουλόμεθα, καὶ τὰς καταγνώσεις αὐτῶν ἀκύρους ποιοῦμεν.
我们判定:所有欠下债务且无力偿还的人,都应免除债务;如果由于超过法定期限,有些人的身体已经遭到扣押,我们裁定他们也是自由的;至于那些因私人诉讼败诉而被移交给胜诉者的人,我们也希望他们获得自由,并宣布对他们的判决无效。
§6.83.5περὶ μὲν δὴ τῶν ἐκ τοῦ παρεληλυθότος χρόνου συμβολαίων, ἃ τὴν ἀπόστασιν ἔδοξεν ἡμῖν ποιῆσαι, τοῦτον ἐπανορθούμεθα τὸν τρόπον· περὶ δὲ τῶν ὕστερον ἐσομένων, ὡς ἂν ὑμῖν τε τῷ δήμῳ καὶ τοῖς ἐκ τοῦ συνεδρίου κοινῇ βουλευσομένοις φανῇ, νόμου κυρωθέντος, οὕτως ἐχέτω.
关于过去那些在我们看来导致了分裂的契约,我们便以这种方式予以纠正;而关于未来的契约,在法律通过之后,就按照你们平民和议会成员共同商议后认为合适的方式来执行。
οὐχὶ ταῦτα μέντοι τὰ διαστήσαντα ὑμᾶς ἦν ἀπὸ τῶν πατρικίων, ὦ δημόται, καὶ τούτων εἰ τύχοιτε ἀποχρῆν ὑμῖν ᾤεσθε καὶ οὐδενὸς ἄλλου ὠρέγεσθε;
然而,平民们,难道不正是这些事情使你们与贵族产生隔阂的吗? 如果你们得到了这些,你们难道不认为这对自己已经足够,并且不再奢求其他了吗?
δίδοται νῦν ὑμῖν· ἄπιτε ἤδη χαίροντες εἰς τὴν πατρίδα.
现在这些都赐予你们了,你们现在就高高兴兴地回到祖国去吧。 ”