§6.81.1ὁ μὲν δὴ Βροῦτος τοιούτους εἰπὼν λόγους ἐπαύσατο·
ブルトゥスはこのような言葉を述べて語るのをやめた。
τοῖς δὲ παροῦσιν, ὅσα τε περὶ τῶν δικαίων εἶπεν, ἀληθῆ εἶναι ἐδόκει καὶ ὅσα τῆς ὑπεροψίας τοῦ συνεδρίου κατηγόρησε, μάλιστα δʼ ἐν οἷς τὸ ἀσφαλὲς τῶν ὁμολογιῶν δόλου μεστὸν ἀπεδείκνυε καὶ ἀπάτης.
居合わせた者たちには、彼が正義について語ったすべてのことが真実であると思われ、彼が元老院の傲慢さを非難したすべてのことも、そして何よりも、合意の確実さが欺瞞と詐欺に満ちていることを彼が証明した点において、そう思われた。
ἐπεὶ δὲ τὰς ὕβρεις τελευτῶν διῆλθεν, ἃς ἦσαν ὑβρισμένοι ὑπὸ τῶν δανειστῶν, καὶ τῶν οἰκείων ἕκαστον ἀνέμνησε κακῶν, οὐδεὶς ἦν στερρὸς οὕτω τὴν διάνοιαν, ὃς οὐκ ἐξεχεῖτο τοῖς δάκρυσι καὶ ἀνεκλαίετο τὰς κοινὰς συμφοράς·
そして彼が最後に、彼らが債権者たちから受けていた数々の侮辱を詳しく語り、一人一人に身内の不幸を思い出させると、涙を流さず、共通の災厄を嘆き悲しまないほど、心の頑なな者は一人もいなかった。
καὶ τοῦτʼ οὐκ αὐτοῖς μόνοις συνέβαινε παθεῖν, ἀλλὰ καὶ τοῖς παρὰ τῆς βουλῆς ἥκουσιν.
そしてこのことが彼ら自身だけに起こったのではなく、元老院から派遣されて来た者たちにも起こった。
οὐδὲ γὰρ οἱ πρέσβεις τὰ δάκρυα κατέχειν ἴσχυον ἐνθυμούμενοι τὰς ἐκ τοῦ διοικισμοῦ τῆς πόλεως ἀτυχίας, καὶ πολὺς ἦν χρόνος ἐν ᾧ κατηφεῖς καὶ δεδακρυμένοι καὶ §6.81.2τί χρὴ λέγειν ἀποροῦντες εἱστήκεσαν.
なぜなら使節たちも、都市の解体から生じる不幸を考えて、涙をこらえることができなかったからであり、長い間、彼らはうつむき、涙を流し、何を言うべきか途方に暮れて立ち尽くしていた。
ἐπειδὴ δʼ ὅ τε πολὺς θρῆνος ἐπαύσατο καὶ σιωπὴ κατέσχε τὴν ἐκκλησίαν, παρῆλθεν ἀπολογησόμενος πρὸς ταῦτα, ὅσπερ ἐδόκει τῶν ἄλλων πολιτῶν ἡλικίᾳ τε προὔχειν καὶ ἀξιώσει, Τῖτος Λάρκιος, ὃς δὶς ἀποδειχθεὶς ὕπατος δυναστείᾳ τῇ καλουμένῃ δικτατορίᾳ κράτιστα πάντων ἀνθρώπων χρησάμενος ἱερὰν καὶ σεβασμοῦ μεστὴν ἐποίησε νομισθῆναι τὴν ἐπίφθονον ἀρχήν.
そして激しい嘆きがやみ、民会に静寂が広がると、これらに対して弁明するために、他の市民の中で年齢においても威厳においても抜きん出ていると思われていたティトゥス・ラルキウスが進み出た。 彼は二度コンスルに選ばれ、ディクタトルと呼ばれる権力を、すべての人の中で最も見事に用いることによって、嫉妬を買いがちなその職を神聖で敬意に満ちたものとみなされるようにした人物である。
§6.81.3ἐπιβαλλόμενος δὲ περὶ τοῦ δικαίου ποιεῖσθαι λόγους, καὶ τὰ μὲν τοῖς δανειστικοῖς ἐγκαλῶν ὡς ὠμὰ καὶ ἀπάνθρωπα διαπεπραγμένοις, τὰ δὲ τῶν πενήτων καθαπτόμενος ὡς οὐ δικαίως ἀξιούντων βίᾳ μᾶλλον ἀφεῖσθαι τῶν ὀφειλημάτων ἢ χάριτι, καὶ ὡς τὴν βουλὴν οὐκ ὀρθῶς δι’ ὀργῆς ἐχόντων ἐπὶ τῷ μηθενὸς τῶν μετρίων παρʼ §6.81.4αὐτῆς τυγχάνειν, μᾶλλον ἢ οὐχὶ τοὺς αἰτίους· πειρώμενός τʼ ἀποφαίνειν βραχὺ μὲν ὑπάρχον τοῦ δήμου τὸ μὴ κατὰ γνώμην ἀδικοῦν, ὑπὸ δὲ μήκους ἀπορίας ἠναγκασμένον αἰτεῖσθαι τὴν ἄφεσιν, τὸ δὲ πλεῖον ἀκολασίᾳ καὶ ὕβρει καὶ τῷ καθʼ ἡδονὰς ζῆν ἐφεικὸς καὶ δι’ ἁρπαγῆς ἐκ τῶν ἀλλοτρίων ὑπηρετεῖν ταῖς ἐπιθυμίαις παρεσκευασμένον, διακρίνεσθαί τε οἰόμενος δεῖν ἀπὸ τῶν ἐλεεινῶν τὰ πονηρὰ καὶ ἀπὸ τῶν φιλανθρωπίας δεομένων τὰ μίσους ἄξια, καὶ τοιούτους τινὰς ἄλλους καθιστάμενος λόγους ἀληθεῖς μέν, οὐχ ἅπασι δὲ τοῖς ἀκούουσι κεχαρισμένους, οὐκ ἔπειθεν, ἀλλὰ θροῦς ἦν ἐφʼ ἑκάστῳ πολὺς καὶ τῶν μὲν ἀγανακτήσεις ὡς ἐξαιμάττοντος τὰς λύπας, τῶν δʼ ἐξομολογήσεις ὡς οὐδὲν τῶν ἀληθῶν ἀποκρυπτομένου·
彼は正義について語ろうとし、一方では債権者たちに対して、彼らが行ったことは残酷で非人道的なことであるとして非難し、他方では、債務の免除を好意によるのではなくむしろ力づくで要求するのは正しくないとして貧民たちを非難し、また、元老院から何ら妥当な扱いを受けられないことに対して、元老院に対して不当に怒りを抱いており、むしろ本当の責任者たちに対してこそ怒りを抱くべきであると指摘し、さらに、平民のうち、故意ではなく窮乏の長期化ゆえにやむを得ず免除を求めている者はほんの一部にすぎず、その大部分は放縦と不遜、そして快楽のままに生きることにふけり、他人のものを奪うことによって自らの欲望に仕える用意ができているのだと示そうとし、また、哀れむべきものと邪悪なもの、慈悲を必要とするものと憎しみに値するものとを区別すべきであると考え、さらにこのような、真実ではあるが聴衆のすべてにとって快いわけではない他の言葉をいくつか述べたが、彼は人々を説得することはできず、むしろそれぞれの発言に対して激しいざわめきが起こり、ある者たちは、彼が彼らの苦痛の傷口を広げて血を流させているとして憤慨し、他の者たちは、彼が真実を何一つ隠していないとして同意した。
ἔλαττον δὲ πολλῷ τοῦτʼ ἦν θατέρου τὸ μέρος, ὥστʼ ἠφανίζοντο τῷ πολλῷ καὶ περιῆν ἡ τοῦ ἀγανακτοῦντος βοή.
しかし、後者の割合は他方よりもはるかに少なかったため、多数の声にかき消され、憤慨する人々の叫び声が勝っていた。