Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.82.1-6.82.3

西基尼乌斯谴责使者并要求和解条件

第 488 段,共 962 段 · 希腊语

内容简介

西基尼乌斯接过发言,煽动平民的愤怒,并谴责使者们的傲慢态度。他敦促平民在奴役与自由之间做出选择,并要求使者要么提出公正的条件,要么离开。

§6.82.1ὀλίγα δὲ τούτοις ἔτι προσθέντος τοῦ Λαρκίου καὶ τῆς ἐπαναστάσεως αὐτῶν καὶ τῆς προπετείας τῶν βουλευμάτων καθαψαμένου παραλαβὼν τὸν λόγον ὁ τοῦ δήμου προεστηκὼς τότε Σικίννιος ἔτι μᾶλλον ἐτράχυνε τὰς ὀργὰς αὐτῶν λέγων, ὡς ἐκ τούτων ἂν δύναιντο μάλιστα τῶν λόγων καταμαθεῖν, οἷαι τιμαὶ καὶ χάριτες αὐτοὺς ὑποδέξονται κατελθόντας εἰς τὴν πατρίδα.
在拉尔基乌斯又补充了这些话,并谴责了平民的叛乱和他们计划的鲁莽之后,当时作为平民领袖的西基尼乌斯接过了话,使他们的愤怒更加剧烈。 他说,从这些话中,平民最能清楚地认识到,在他们回到祖国时,会有什么样的荣誉和恩惠等待着他们。
§6.82.2οἷς γὰρ ἐν ἀκμῇ τῶν δεινῶν οὖσι καὶ δεομένοις τῆς παρὰ τοῦ δήμου βοηθείας καὶ ἐπὶ τοῦθʼ ἥκουσιν οὐδὲ νῦν ἐπέρχεται μετρίους καὶ φιλανθρώπους ποιεῖσθαι λόγους, τίνα χρὴ δοκεῖν παραστήσεσθαι διάνοιαν, ὅταν αὐτοῖς κατʼ ἐλπίδα χωρήσῃ τὰ πράγματα, καὶ γένηται τὰ νῦν ὑβριζόμενα τοῖς λόγοις ὑποχείρια τοῖς ἔργοις;
“因为,对于那些正处于危难深渊之中、需要平民的帮助、并且为此而来的使者们,即使在现在,他们也根本想不到要说些温和、人道的话,那么,当事情如他们所愿发展,而现在口头上受侮辱的人在实际上落入他们手中时,我们应该认为他们会抱有什么样的态度?
ποίας ὑπερηφανίας αὐτοὺς ἀφέξεσθαι, ποίας αἰκίας, ποίας ὠμότητος τυραννικῆς;
他们会克制住什么样的傲慢、什么样的虐待、什么样的僭主般的残酷呢?
§6.82.3ἀλλʼ εἰ μὲν ὑμῖν ἀπόχρη δουλεύειν ἅπαντα τὸν τοῦ βίου χρόνον δεδεμένοις καὶ μαστιγουμένοις καὶ πυρὶ καὶ σιδήρῳ καὶ λιμῷ καὶ πάσῃ λώβῃ ἀπολλυμένοις, μὴ τρίβετε τὸν χρόνον, ἀλλὰ τὰ ὅπλα ῥίψαντές τε καὶ τὼ χεῖρε περιαγαγόντες ἀκολουθεῖτε αὐτοῖς·
但是,如果对你们来说,一生被捆绑、被鞭打、在火与剑、饥饿和各种摧残中消亡,以此来作为奴隶服侍他们便已足够,那就不要浪费时间,扔下武器,把双手转到身后,跟着他们去吧。
εἰ δὲ τῆς ἐλευθερίας ἔνεστιν ὑμῖν τις πόθος, μὴ ἀνέχεσθε αὐτῶν.
但如果你们心中还有一丝对自由的渴望,就不要容忍他们。
ὑμεῖς τʼ, ὦ πρέσβεις, ἢ λέγετε, ἐφʼ οἷς καλεῖτε ἡμᾶς δικαίοις, ἢ μὴ λέγοντες ἐκ τῆς ἐκκλησίας ἄπιτε·
而你们,使者们,要么说出你们召回我们所依据的公正条件,要么在不说出的情况下离开集会。
οὐ γὰρ ἂν ἔτι μεταδοίημεν ὑμῖν λόγου.
因为我们绝不会再给你们发言的机会。 ”

词汇与语法注释

  1. §6.82.1ὀλίγα δὲ τούτοις ἔτι προσθέντος τοῦ Λαρκίου καὶ τῆς ἐπαναστάσεως αὐτῶν καὶ τῆς προπετείας τῶν βουλευμάτων καθαψαμένου — 属格绝对独立结构。以 `τοῦ Λαρκίου` 为逻辑主语,并列了两个分词 `προσθέντος`(不定过去时主动语态)和 `καθαψαμένου`(不定过去时中动语态,支配属格)。后半部分的属格短语 `τῆς ἐπαναστάσεως...` 是 `καθαψαμένου` 的宾语。
  2. §6.82.2οἷς γὰρ ἐν ἀκμῇ τῶν δεινῶν ¦1228¦ οὖσι καὶ δεομένοις — 关系代名词 `οἷς`(与格、复数、阳性)作为后续无人称动词 `ἐπέρχεται`(“某人想到”)的与格补足语,其先行词在语境中指代“使者们”。分词 `οὖσι`、`δεομένοις` 以及随后的 `ἥκουσιν` 均与 `οἷς` 在格、性、数上保持一致。
  3. §6.82.3ἐφʼ οἷς καλεῖτε ἡμᾶς δικαίοις — 属于“先行词同化(抱合)”结构,名词 `δικαίοις` 被拉入了关系代名词 `οἷς` 的关系从句中。其原本的结构相当于 `ἐπὶ τούτοις τοῖς δικαίοις ἐφ' οἷς καλεῖτε ἡμᾶς`(“基于你们召回我们所依据的那些公正条件”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.82.1-6.82.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.82.1-6.82.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。