§6.74.1ἡμῖν τὸ ἀρχαῖον πολίτευμα ἦν μοναρχία, καὶ μέχρι γενεᾶς ἑβδόμης ταύτῃ χρώμενοι διετελέσαμεν τῇ πολιτείᾳ, καὶ παρὰ πάσας τὰς ἡγεμονίας ταύτας οὐδὲν ὁ δῆμος ἠλαττώθη πώποτε ὑπὸ τῶν βασιλέων καὶ πάντων ἥκιστα ὑπὸ τῶν τελευταίων·
私たちにとって、古代の国制は君主制であり、第七世代に至るまで私たちはこの国制を用い続けた。 そして、これらすべての支配を通じて、平民は王たちによって不利益を被ることは一度もなかった。 とりわけ最後の王たちによって不利益を被ることは最も少なかった。
ἐῶ γὰρ λέγειν, ὅτι πολλὰ καὶ μεγάλα ἀγαθὰ ἐκ τῆς ἀρχῆς αὐτῶν ἐκαρπώσατο.
彼らの支配から平民が多くの、かつ偉大な便益を享受したことは、言うまでもない。
§6.74.2χωρὶς γὰρ τῆς ἄλλης αὐτῶν θεραπείας, ᾗ κολακεύοντας αὐτὸν οἰκεῖον μὲν σφίσιν, ἐχθρὸν δʼ ὑμῖν ἐβούλοντο εἶναι, ὃ ποιοῦσιν ἅπαντες οἱ τυραννικῶς ἐξάγοντες τὰς δυναστείας, κρατήσαντες πολέμῳ μακρῷ Συέσσης, πόλεως πάνυ εὐδαίμονος, ἐξὸν αὐτοῖς μηδενὶ κοινωνῆσαι τῶν λαφύρων, ἀλλʼ αὐτοὶ κατασχεῖν καὶ πάντας ὑπερβαλέσθαι πλούτῳ βασιλεῖς, οὐκ ἠξίωσαν, ἀλλὰ φέροντες εἰς μέσον ἔθηκαν ἅπασαν τὴν ὠφέλειαν·
というのも、彼らが平民に阿ることで、平民を自分たちの味方とし、あなたがたの敵とすることを望んで行ったその他の配慮(これは僭主的に権力を振るう者が皆することであるが)は別としても、長期にわたる戦争の末に、極めて豊かな都市であるスエッサを制圧した際、戦利品を誰とも分かち合わず、自分たちだけで保持して、富においてすべての王を凌駕することも可能であったのに、彼らはそうしようとはせず、獲得した利益のすべてを皆の前に差し出した。
ὥσθʼ ἡμᾶς χωρὶς ἀνδραπόδων καὶ βοσκημάτων καὶ τῆς ἄλλης κτήσεως πολλῆς οὔσης καὶ καλῆς ἀργυρίου πέντε μνᾶς κατʼ ἄνδρα διανείμασθαι.
その結果、私たちは奴隷や家畜、その他多くの素晴らしい財産は別として、銀貨で一人当たり5ミナを分配されたのである。
§6.74.3ὧν ἡμεῖς ἀμελήσαντες, ἐπειδὴ τυραννικώτερον ἐχρῶντο ταῖς ἐξουσίαις οὐκ εἰς τὸν δῆμον πλημμελοῦντες, ἀλλʼ εἰς ὑμᾶς, δυσανασχετοῦντες ἐπὶ τοῖς γινομένοις τῆς μὲν τῶν βασιλέων εὐνοίας ἀπέστημεν, ὑμῖν δὲ προσεθέμεθα·
私たちはこれらを顧みず、彼らが権力を僭主的に行使したとき(彼らは平民に対してではなく、あなたがたに対して罪を犯したのだが)、起きている事態に憤慨して、王たちへの好意を捨て、あなたがたの側に加わった。
καὶ συνεπαναστάντες αὐτοῖς μεθʼ ὑμῶν οἵ τʼ ἐν τῇ πόλει καὶ οἱ ἐπὶ στρατοπέδου τοὺς μὲν ἐξηλάσαμεν, ὑμῖν δὲ φέροντες ἀνεθήκαμεν τὴν ἐκείνων ἀρχήν.
そして、市内の者たちも陣営にいた者たちも、あなたがたとともに彼らに対して一斉に蜂起し、彼らを追放して、彼らの支配権を携えてあなたがたに捧げた。
πολλάκις τε γενόμενον ἐφʼ ἡμῖν μεταθέσθαι πρὸς τοὺς ἐξελασθέντας τὰς μεγάλας δωρεάς, ἃς ὑπέτεινον ἡμῖν, ἵνα δὴ τὸ πρὸς ὑμᾶς πιστὸν ἐγκαταλίπωμεν, οὐχ ὑπεμείναμεν, ἀλλὰ πολλοὺς καὶ μεγάλους καὶ συνεχεῖς πολέμους καὶ κινδύνους διʼ ὑμᾶς ἀνηντλήσαμεν·
また、追放された者たちが、私たちがあなたがたに対する忠誠を捨てることを条件に提示してきた大きな贈り物を引き換えに、彼らの側に寝返ることが何度も私たちの思い通りにできたのに、私たちはそれに屈せず、むしろあなたがたのために、多くの、そして困難な、絶え間のない戦争と危機を耐え忍んできた。
καὶ μέχρι τοῦ παρόντος ἔτος ἑπτακαιδέκατον ἤδη τριβόμεθα πᾶσιν ἀνθρώποις μαχόμενοι περὶ τῆς κοινῆς ἐλευθερίας.
そして現在に至るまで、すでに17年もの間、私たちは共同の自由のためにあらゆる人々と戦いながら、身をすり減らしているのである。
§6.74.4ἀκαταστάτου μὲν γὰρ ἔτι τῆς πολιτείας οὔσης· οἷα γίγνεσθαι φιλεῖ περὶ τὰς μεταβολὰς τὰς αἰφνιδίως γιγνομένας· δυσὶ ταῖς ἐπιφανεστάταις πόλεσι Τυρρηνῶν, Ταρκυνιήταις τε καὶ Οὐιεντανοῖς κατάγειν βουλομένοις τοὺς βασιλεῖς μεγάλῃ στρατιᾷ, παρακινδυνεύσαντες ὀλίγοι πρὸς πολλοὺς διηγωνίσμεθα, καὶ μεγίστην ἀποδειξάμενοι προθυμίαν τούς τʼ ἀντιταχθέντας μάχῃ νικήσαντες ἀπεωσάμεθα, καὶ τῷ περιόντι τῶν ὑπάτων διεσώσαμεν τὴν ἀρχήν.
というのも、国制がまだ不安定であったとき(突然の変化の際にはよくあることであるが)、エトルリア人の最も顕著な二つの都市であるタルクィニイとウェイイが、大軍を率いて王たちを復帰させようとした際、私たちは少数で多数に対して危険を冒して戦い抜き、最大の熱意を示して、立ちはだかる敵を戦闘で破って退け、生き残った執政官にその支配権を確保したのである。
§6.74.5οὐ πολλοῖς δὲ χρόνοις ὕστερον Πορσίναν Τυρρηνῶν βασιλέα κατάγειν καὶ αὐτὸν ἀξιοῦντα τοὺς φυγάδας τῇ τʼ ἐξ ἁπάσης Τυρρηνίας, ἣν αὐτὸς ἐπήγετο, δυνάμει καὶ ταῖς ὑπʼ ἐκείνων ἐκ πολλοῦ συναχθείσαις, οὐκ ἔχοντες ἀξιόμαχον χεῖρα καὶ διὰ τοῦτο κατακλεισθέντες εἰς πολιορκίαν τε καὶ ἀμηχανίαν καὶ παντὸς πράγματος ἀπορίαν, τῷ πάντα ὑπομεῖναι τὰ δεινὰ φίλον γενόμενον ἠναγκάσαμεν ἀπελθεῖν.
それから間もない後、エトルリアの王ポルシナが、自らも追放者たちを復帰させるべきだと主張し、彼自身が率いる全エトルリアからの軍勢と、彼らによって長い時間をかけて集められた軍勢とともに向かってきたとき、私たちは対抗できる十分な軍勢を持たず、そのために包囲され、途方に暮れ、あらゆる物資の不足に陥ったが、あらゆる恐るべき苦難に耐え抜くことによって、彼が私たちの友人となるように仕向け、退散せざるを得なくしたのである。
§6.74.6τὰ δὲ τελευταῖα τρίτον κάθοδον τῶν βασιλέων παρασκευασαμένων διὰ τοῦ Λατίνων ἔθνους καὶ τριάκοντα πόλεις ἐπαγομένων, ἀντιβολοῦντας ὑμᾶς ὁρῶντες καὶ ὀλοφυρομένους καὶ ἕνα ἕκαστον ἐπιβοώμενον ἑταιρίας τε καὶ συντροφίας καὶ ὁμαιχμίας ἀναμιμνήσκοντας οὐχ ὑπεμείναμεν ἐγκαταλιπεῖν·
そして最後に、王たちがラティウム同盟を通じて三度目の帰還を準備し、三十の都市を味方に引き入れた際、あなたがたが懇願し、嘆き悲しみ、一人ひとりに大声で呼びかけ、友情や育ちをともにしたこと、またともに戦った同盟関係を思い出させているのを見て、私たちは見捨てるに忍びなかった。
ἡγησάμενοι δὲ κάλλιστον εἶναι καὶ λαμπρότατον ἀγῶνα τὸν ὑπὲρ ὑμῶν ὁμόσε τοῖς δεινοῖς ἐχωρήσαμεν, μέγιστον δὴ κινδύνων ἀναρρίψαντες ἐκεῖνον, ἐν ᾧ πολλὰ μὲν τραύματα λαβόντες, πολλὰ δὲ σώματα συγγενῶν τε καὶ ἑταίρων καὶ ὁμοσκήνων ἀποβαλόντες, ἐνικήσαμεν τοὺς πολεμίους καὶ τοὺς ἡγεμόνας αὐτῶν ἀπεκτείναμεν καὶ τὴν βασιλικὴν συγγένειαν ἅπασαν διεφθείραμεν.
そして、あなたがたのための闘争こそが最も美しく輝かしいものであると考え、私たちは恐るべき苦難に真っ向から立ち向かい、最大の危険を冒して、その中で多くの傷を負い、親族や友人や同じ幕舎の仲間たちの多くの身体を失いながらも、敵を打ち破り、その指導者たちを殺害し、王の血族をすべて根絶やしにしたのである。