Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §6.71.1-6.71.4

マニウス・ウァレリウスの演説と帰還の呼びかけ

477 / 962 箇所 · ギリシア語

要旨

マニウス・ウァレリウスが民衆に向けて演説を行い、元老院が寛大な条件での帰還を決議し、自分たち全権使節を派遣したことを告げて和解とローマへの帰還を促す。

§6.71.1παρελθὼν δὲ Μάνιος Οὐαλέριος, ὅσπερ ἦν αὐτῶν πρεσβύτατός τε καὶ δημοτικώτατος, ἐπιμαρτυρήσαντος αὐτῷ τὴν προθυμίαν τοῦ πλήθους εὐμενεστάταις φωναῖς καὶ προσηγορίαις, ἐπειδὴ σιωπῆς ἔτυχε τοιούτοις ἐχρήσατο λόγοις·
前へと進み出たマニウス・ウァレリウスは、使節たちの中で最年長かつ最も民衆に寄り添う人物であったが、群衆が極めて好意的な歓声と呼びかけによって彼に対する熱意を表明し、静粛が得られた後、次のような言葉を述べた。
οὐδὲν ὑμᾶς ἔτι τὸ κωλῦόν ἐστιν, ὦ δημόται, κατιέναι πάλιν ἐπὶ τὰ ὑμέτερα καὶ διηλλάχθαι πρὸς τοὺς πατέρας.
「市民諸君、君たちが再び自分たちの家へと帰り、元老院の父たちと和解することを妨げるものは、もう何もない。
§6.71.2ἐψήφισται γὰρ ἡ βουλὴ καλὴν καὶ συμφέρουσαν ὑμῖν κάθοδον, καὶ γνώμην πεποίηται μηδενὸς τῶν γεγονότων μνησικακεῖν·
なぜなら、元老院は君たちのために名誉ある有益な帰還を決議し、過去に起きたことのいかなるものについても恨みを抱かないことを決定したからである。
ἡμᾶς τε οὓς ἐγίγνωσκε φιλοδημοτάτους ὄντας καὶ πρὸς ὑμῶν τὰ δίκαια τιμωμένους πρεσβευτὰς ἀπέσταλκεν αὐτοκράτορας ἀποδείξασα τῶν διαλύσεων, ἵνα μὴ δόξαις μηδʼ εἰκασμοῖς χρώμενοι περὶ τῆς ὑμετέρας γνώμης, ἀλλὰ παρʼ αὐτῶν ὑμῶν ἀκούσαντες, ἐφʼ οἷς ἀξιοῦτε καταλύσασθαι τὴν διχοστασίαν, ἂν ᾖ μέτριόν τι τῶν αἰτημάτων καὶ μήτε τῷ ἀδυνάτῳ μήτε ὑπʼ ἄλλης αἰσχύνης ἀνηκέστου κωλύηται, συγχωρῶμεν ὑμῖν μηκέτι τὴν τοῦ συνεδρίου γνώμην ἐκδεχόμενοι, μηδʼ εἰς χρόνους μακροὺς καὶ φθόνους ἀντιπάλων ἀναβάλλοντες τὰ πράγματα.
そして、最も親民衆的であり、君たちから当然の敬意を払われていると元老院が認めた我々を、和解のための全権大使として指名して派遣した。 それは、君たちの意向について憶測や推測に頼るのではなく、君たち自身から、どのような条件においてこの不和を解決することを求めているのかを直接聞き、もしその要求が適度なものであり、不可能なことでもなく、その他の取り返しのつかない不名誉によって妨げられるものでもないならば、もはや元老院の決定を待つことも、事態を長期化させて敵対者の嫉妬にさらすこともなく、我々が君たちに(条件を)承認するためである。
§6.71.3ταῦτα δὴ τῆς βουλῆς ἐψηφισμένης δέχεσθε ἄσμενοι τὰς χάριτας αὐτῶν, ὦ δημόται, μετὰ πάσης προθυμίας καὶ σπουδῆς, ἐν μεγάλῳ τιθέμενοι τὴν τοσαύτην εὐτυχίαν καὶ πολλὴν τοῖς θεοῖς χάριν εἰδότες αὐτῆς, εἰ πόλις ἡ Ῥωμαίων ἡ τοσούτων ἄρχουσα ἀνθρώπων, καὶ συνέδριον, ὃ τὴν ἡγεμονίαν ἔχει πάντων τῶν ἐν ταύτῃ καλῶν, οὐκ ὂν αὐτοῖς πάτριον οὐδενὶ τῶν ἀντιπάλων εἴκειν, ὑμῖν μόνοις ὑποκατακλίνονται τῆς ἀξιώσεως ἑκόντες, καὶ οὔτε ἀκριβολογεῖσθαι περὶ τῶν καθηκόντων ἑκατέροις ἠξίωσαν ὡς ὑποδεεστέροις κρείττονες, ἀλλʼ αὐτοὶ πρότεροι περὶ διαλύσεως ἐπρεσβεύσαντο, οὔτε τὰς αὐθάδεις ὑμῶν ἀποκρίσεις, ἃς ἐποιήσασθε πρὸς τοὺς προτέρους πρέσβεις, πρὸς ὀργὴν ἐδέξαντο, ἀλλʼ ὑπέμειναν ὑμῶν τὸ σοβαρὸν τοῦτο καὶ μειρακιῶδες τῆς αὐθαδείας, ὥσπερ ἂν παίδων ἀφρόνων χρηστοὶ πατέρες· καὶ πάλιν ἑτέραν πρεσβείαν ἀποστέλλειν ᾤοντο δεῖν καὶ τῶν δικαίων μειονεκτεῖν καὶ πάντα ὑπομένειν, ὦ πολῖται, τὰ §6.71.4μέτρια.
元老院がこのように決議した以上、市民諸君、大いなる熱意と真剣さをもって、彼らの好意を喜んで受け入れなさい。 これほど大きな幸運を重んじ、それについて神々に深く感謝するのだ。 これほど多くの人々を支配するローマの国家と、この市におけるすべての名誉ある事柄の指導権を握る元老院が――いかなる敵対者にも屈服しないのが先祖代々の慣習であるにもかかわらず――君たちに対してだけは、自ら進んでその尊厳を曲げて譲歩し、強者が弱者に対するように双方の義務を厳密に問いただそうとはせず、自ら進んで先に和解のために使節を送り、また、君たちが前の使節たちに対して行った傲慢な回答をも怒りをもって受け取ることをせず、まるで愚かな子供たちに対する慈悲深い父親のように、君たちのこの傲慢で子供じみた不遜さに耐え、再び別の使節を派遣すべきであると考え、自らの正当な権利を削ってでも、市民諸君、適度な要求であればすべてを受け入れようとしているのだから。
ἐπὶ δὴ τοσαύτης βεβηκότες εὐτυχίας μὴ μέλλετε λέγειν, ὦ δημόται, τίνων χρήζετε μηδʼ ἐντρυφᾶτε ἡμῖν, καταλυσάμενοι δὲ τὴν στάσιν ἄπιτε χαίροντες εἰς τὴν γειναμένην τε καὶ θρεψαμένην ὑμᾶς πόλιν, ᾗ τροφεῖά τε καὶ χάριτας οὐ χρηστὰς ἀπεδίδοτε, καταλιπόντες αὐτὴν τὸ γοῦν ἐφʼ ὑμῖν εἶναι ἔρημον καὶ μηλόβοτον.
これほど大きな幸運を得たからには、市民諸君、自分たちが何を望んでいるのかを語るのをためらってはならない。 また我々を愚弄するな。 この争いを終わらせて、君たちを生み、育ててくれた都市へと喜んで帰りなさい。 その都市に対して、君たちは、少なくとも君たちに関する限りではそれを荒廃させ、羊の放牧地とすることで、養育に対する恩を良くない形で返していたのだ。
εἰ δὲ παρήσετε τὸν καιρὸν τοῦτον, εὔξεσθε πολλάκις ὅμοιον εὑρεῖν ἕτερον.
もしこの機会を逃すなら、これと同じような機会をもう一度得たいと、何度も祈ることになるだろう。 」

語釈・文法注

  1. 6.71.1ἐπιμαρτυρήσαντος αὐτῷ τὴν προθυμίαν τοῦ πλήθους — 絶対属格の構文であり、名詞句である τοῦ πλήθους が分詞 ἐπιμαρτυρήσαντος の意味上の主語となっている。
  2. 6.71.2ἐφʼ οἷς — 関係代名詞 οἷς の先行詞である指示代名詞が省略されており、ἐπὶ τούτοις, ἐφʼ οἷς(〜という条件のもとで)に相当する関係節を形成している。
  3. 6.71.3εἰ — 感情を述べる主節(πολλὴν τοῖς θεοῖς χάριν εἰδότες αὐτῆς)に続いて、その感情の根拠や原因となる事実を示す従属節(原因の εἰ)を導いている。
  4. 6.71.4τὸ γοῦν ἐφʼ ὑμῖν εἶναι — 「少なくとも〜に関する限りは」「〜の力の及ぶ範囲においては」という意味を表す、制限的な役割を持つ不定詞の慣用句である。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §6.71.1-6.71.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.71.1-6.71.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。