§6.71.1παρελθὼν δὲ Μάνιος Οὐαλέριος, ὅσπερ ἦν αὐτῶν πρεσβύτατός τε καὶ δημοτικώτατος, ἐπιμαρτυρήσαντος αὐτῷ τὴν προθυμίαν τοῦ πλήθους εὐμενεστάταις φωναῖς καὶ προσηγορίαις, ἐπειδὴ σιωπῆς ἔτυχε τοιούτοις ἐχρήσατο λόγοις· οὐδὲν ὑμᾶς ἔτι τὸ κωλῦόν ἐστιν, ὦ δημόται, κατιέναι πάλιν ἐπὶ τὰ ὑμέτερα καὶ διηλλάχθαι πρὸς τοὺς πατέρας.
向前走出的马尼乌斯·瓦莱里乌斯,是他们之中最年长且最亲平民的人;在群众用极其友善的欢呼和称呼表达了对他的热忱之后,当现场安静下来,他发表了如下的演讲:“公民们,现在已经没有任何事物能够阻碍你们重新回到自己的家园,并与元老院的父辈们达成和解了。
§6.71.2ἐψήφισται γὰρ ἡ βουλὴ καλὴν καὶ συμφέρουσαν ὑμῖν κάθοδον, καὶ γνώμην πεποίηται μηδενὸς τῶν γεγονότων μνησικακεῖν· ἡμᾶς τε οὓς ἐγίγνωσκε φιλοδημοτάτους ὄντας καὶ πρὸς ὑμῶν τὰ δίκαια τιμωμένους πρεσβευτὰς ἀπέσταλκεν αὐτοκράτορας ἀποδείξασα τῶν διαλύσεων, ἵνα μὴ δόξαις μηδʼ εἰκασμοῖς χρώμενοι περὶ τῆς ὑμετέρας γνώμης, ἀλλὰ παρʼ αὐτῶν ὑμῶν ἀκούσαντες, ἐφʼ οἷς ἀξιοῦτε καταλύσασθαι τὴν διχοστασίαν, ἂν ᾖ μέτριόν τι τῶν αἰτημάτων καὶ μήτε τῷ ἀδυνάτῳ μήτε ὑπʼ ἄλλης αἰσχύνης ἀνηκέστου κωλύηται, συγχωρῶμεν ὑμῖν μηκέτι τὴν τοῦ συνεδρίου γνώμην ἐκδεχόμενοι, μηδʼ εἰς χρόνους μακροὺς καὶ φθόνους ἀντιπάλων ἀναβάλλοντες τὰ πράγματα.
因为元老院已经为你们通过了一项体面且有利的重返家园决议,并决定对过去发生的一切事情既往不咎;而且他们派遣了我们——他们知道我们是最亲平民且受到你们公正尊敬的人——并授予我们作为解决争端的全权大使,以便我们不再对你们的意图抱持猜测或推想,而是直接听取你们自己关于在何种条件上解决这场不和的要求,只要这些要求中有温和合理的部分,且既非不可能实现,也不受其他不可挽回的耻辱所阻碍,我们便可以向你们做出让步,而无须再等待元老院的决定,也无须将事情拖延至遥远的时期并招致对手的嫉妒。
§6.71.3ταῦτα δὴ τῆς βουλῆς ἐψηφισμένης δέχεσθε ἄσμενοι τὰς χάριτας αὐτῶν, ὦ δημόται, μετὰ πάσης προθυμίας καὶ σπουδῆς, ἐν μεγάλῳ τιθέμενοι τὴν τοσαύτην εὐτυχίαν καὶ πολλὴν τοῖς θεοῖς χάριν εἰδότες αὐτῆς, εἰ πόλις ἡ Ῥωμαίων ἡ τοσούτων ἄρχουσα ἀνθρώπων, καὶ συνέδριον, ὃ τὴν ἡγεμονίαν ἔχει πάντων τῶν ἐν ταύτῃ καλῶν, οὐκ ὂν αὐτοῖς πάτριον οὐδενὶ τῶν ἀντιπάλων εἴκειν, ὑμῖν μόνοις ὑποκατακλίνονται τῆς ἀξιώσεως ἑκόντες, καὶ οὔτε ἀκριβολογεῖσθαι περὶ τῶν καθηκόντων ἑκατέροις ἠξίωσαν ὡς ὑποδεεστέροις κρείττονες, ἀλλʼ αὐτοὶ πρότεροι περὶ διαλύσεως ἐπρεσβεύσαντο, οὔτε τὰς αὐθάδεις ὑμῶν ἀποκρίσεις, ἃς ἐποιήσασθε πρὸς τοὺς προτέρους πρέσβεις, πρὸς ὀργὴν ἐδέξαντο, ἀλλʼ ὑπέμειναν ὑμῶν τὸ σοβαρὸν τοῦτο καὶ μειρακιῶδες τῆς αὐθαδείας, ὥσπερ ἂν παίδων ἀφρόνων χρηστοὶ πατέρες· καὶ πάλιν ἑτέραν πρεσβείαν ἀποστέλλειν ᾤοντο δεῖν καὶ τῶν δικαίων μειονεκτεῖν καὶ πάντα ὑπομένειν, ὦ πολῖται, τὰ §6.71.4μέτρια.
既然元老院已经作出了这样的决议,公民们,就请怀着充分的热忱与热心,欣然接受他们的恩惠,将如此巨大的幸运视为珍宝,并为此对神明深表感激;因为统治着如此众多人口的罗马城,以及掌握着城内一切崇高事务领导权的元老院——对他们而言,向任何对手屈服绝非祖先的传统——却甘愿唯独向你们降尊纡贵,既不屑于像强者对弱者那样去严苛地清算双方的责任,反而自己率先派来寻求和解的使节,也没有对你们给前任使节们的傲慢回答动怒,反而容忍了你们这般张扬而孩子气的傲慢,如同善良的父亲对待无知的孩子一般;他们认为应当再次派遣另一批使节,并在自己的权利上做出让步,去忍受一切,公民们,只要是温和合理的。
ἐπὶ δὴ τοσαύτης βεβηκότες εὐτυχίας μὴ μέλλετε λέγειν, ὦ δημόται, τίνων χρήζετε μηδʼ ἐντρυφᾶτε ἡμῖν, καταλυσάμενοι δὲ τὴν στάσιν ἄπιτε χαίροντες εἰς τὴν γειναμένην τε καὶ θρεψαμένην ὑμᾶς πόλιν, ᾗ τροφεῖά τε καὶ χάριτας οὐ χρηστὰς ἀπεδίδοτε, καταλιπόντες αὐτὴν τὸ γοῦν ἐφʼ ὑμῖν εἶναι ἔρημον καὶ μηλόβοτον.
既然你们已经获得了如此巨大的幸运,公民们,就不要迟疑于说出你们想要什么,也不要愚弄我们,而是平息内讧,欢欢喜喜地回到生育并养育了你们的城市吧;对这座城市,你们此前未能以善意来回报其养育之恩,至少在你们的所作所为中,是将它遗弃得一片荒凉,甚至沦为牧羊之地。
εἰ δὲ παρήσετε τὸν καιρὸν τοῦτον, εὔξεσθε πολλάκις ὅμοιον εὑρεῖν ἕτερον.
如果你们错过了这次机会,你们将屡屡祈求能再找到另一个同样的机会。 ”