§6.69.1ταῦτʼ εἰπὼν ἐπαύσατο.
このように言って彼は語り終えた。
ἐπεὶ δʼ αἱ τῶν πρεσβυτέρων γνῶμαι τῇ Μενηνίου προσέθεντο, καὶ καθῆκεν ὁ λόγος ἐπὶ τοὺς νεωτέρους, ὀρθῆς οὔσης ἁπάσης τῆς βουλῆς ἀνίσταται Σπόριος Ναύτιος, οἰκίας ἐν τοῖς πάνυ λαμπροτάτης διάδοχος·
年長者たちの意見がメネニウスのものに賛同し、発言権が若者たちに回ってきたとき、元老院全体が起立する中で、きわめて輝かしい家柄の継承者であるスポリウス・ナウティウスが起立した。
ὁ γὰρ ἡγεμὼν αὐτῶν τοῦ γένους Ναύτιος ἀπὸ τῶν σὺν Αἰνείᾳ στειλάντων τὴν ἀποικίαν, ὃς ἦν Ἀθηνᾶς ἱερεὺς Πολιάδος καὶ τὸ ξόανον ἀπηνέγκατο τῆς θεᾶς μετανιστάμενος, ὃ διεφύλαττον ἄλλοι παρʼ ἄλλων μεταλαμβάνοντες οἱ τοῦ γένους ὄντες τοῦ Ναυτίων·
というのも、彼らの一族の祖先であるナウティウスは、アイネイアスと共に植民へと赴いた人々の一人であり、アテナ・ポリアスの神官であって、移住する際にその女神の木像を携え、それをナウティウス一族の者たちが代々順次受け継いで保管してきたからである。
ὃς ἐδόκει καὶ διὰ τὴν οἰκείαν ἀρετὴν λαμπρότατος εἶναι τῶν νέων, καὶ οὐκ εἰς μακρὰν τῆς ὑπατικῆς ἐξουσίας τεύξεσθαι.
このスポリウス・ナウティウスは、自身の優れた徳によっても若者たちの中で最も輝かしい存在であるとみなされており、遠からず執政官の権力を手にするであろうと思われていた。
§6.69.2ἀρξάμενος δʼ ἀπολογεῖσθαι κοινὴν ἀπολογίαν ὑπὲρ ἁπάντων τῶν νέων, ὡς οὔτε φιλονεικίᾳ τῇ πρὸς τοὺς πατέρας οὔτε αὐθαδείᾳ χρησαμένων, ὅτε τὴν ἐναντίαν ἔσχον ἐν τῇ προτέρᾳ βουλῇ προαίρεσιν, ἀλλʼ εἴπερ ἄρα ἡμάρτανον διὰ τὴν ἡλικίαν γνώμῃ σφαλέντων, τελευτῶν ἔφη τὸ πιστὸν τούτου παρέξεσθαι τὴν μεταβολήν.
彼は、若者たち全員を代表して、先の元老院会議で反対の立場をとったのは、父たちに対する対抗心からでも傲慢さからでもなく、仮に彼らが誤っていたとするなら若さゆえに判断を誤ったのであるという、共通の弁明から始め、最後には、自分たちの態度の変化がその信憑性の証拠となるだろうと語った。
συγχωρεῖν γοῦν αὐτοῖς ὡς ἄμεινον φρονοῦσιν ἐπιψηφίζεσθαι πᾶν, ὅ τι ἂν ἡγῶνται τῷ κοινῷ συμφέρειν, ὡς οὐδὲν σφῶν γε πρὸς ταῦτʼ ἐναντιωσομένων, ἀλλὰ §6.69.3πεισομένων τοῖς πρεσβυτέροις.
すなわち、彼らの方がより賢明に考えているとして、彼らが共同体にとって有益と判断するすべてのことを決議することを彼らに委ね、自分たちがこれに対して何ら反対するつもりはなく、むしろ年長者たちに従うつもりであるとした。
ὅμοια δὲ τούτῳ καὶ τῶν ἄλλων νέων ἀποφηναμένων ἐκτὸς ὀλίγων τινῶν πάνυ τῶν Ἀππίου συγγενῶν ἐπαινέσαντες τὴν εὐκοσμίαν αὐτῶν οἱ ὕπατοι καὶ παρακαλέσαντες εἰς πάντα τὰ κοινὰ τοιούτους ἑαυτοὺς παρέχειν πρεσβευτὰς εἵλοντο δέκα τοὺς ἐπιφανεστάτους τῶν πρεσβυτέρων, ἐκτὸς ἑνὸς ἅπαντας ὑπατικούς.
アッピウスの親族であるごく少数の者たちを除いて、他の若者たちもこれと同様の表明をしたので、彼らの秩序正しさを称賛し、すべての公の事柄において自らをそのような者として示すよう促した上で、執政官たちは、年長者たちのうち最も著名な十名を使節として選んだが、彼らは一人を除いて全員が執政官経験者であった。
οἱ δʼ ἀποδειχθέντες ἦσαν οἵδε·
任命された者たちは以下の通りであった。
Ἀγρίππας Μενήνιος Γαΐου υἱὸς Λαινάτης, Μάνιος Οὐαλέριος Οὐολούσσου υἱὸς. . . Πόπλιος Σερουίλιος Ποπλίου υἱὸς. . . Πόπλιος Ποστούμιος Κοίντου υἱὸς Τούβερτος, Τῖτος Αἰβούτιος Τίτου υἱὸς Φλαούιος, Σέρβιος Σολπίκιος Ποπλίου υἱὸς Καμερῖνος, Αὖλος Ποστούμιος Ποπλίου υἱὸς Βάλβος, Αὖλος Οὐεργίνιος Αὔλου υἱὸς Καιλιμοντανός.
ガイウスの子アグリッパ・メネニウス・ラエナス、ウォルススの子マニウス・ウァレリウス、[欠落]、プブリウスの子プブリウス・セルウィリウス、[欠落]、クィントゥスの子プブリウス・ポストゥミウス・トゥベルトゥス、ティトゥスの子ティトゥス・アエブティウス・フラウス、プブリウスの子セルウィウス・スルピキウス・カメリヌス、プブリウスの子アウルス・ポストゥミウス・バルブス、アウルスの子アウルス・ウェルギニウス・カエリモントanus。
§6.69.4μετὰ ταῦτα τῆς βουλῆς διαλυθείσης οἱ μὲν ὕπατοι προελθόντες εἰς ἐκκλησίαν τὸ δόγμα τῆς βουλῆς ἀνέγνωσαν καὶ τοὺς πρεσβευτὰς παρήγαγον·
この後、元老院が散会すると、執政官たちは民会に進み出て元老院の決議を朗読し、使節たちを紹介した。
ἁπάντων δʼ ἀξιούντων τὰς ἐντολάς, ἃς ἔδωκαν αὐτοῖς, μαθεῖν, εἶπον ἐν τῷ φανερῷ, πράττειν, ὅτῳ ἂν τρόπῳ δύνωνται, φιλίαν τῷ δήμῳ συνθέσθαι πρὸς τοὺς πατρικίους ἄτερ δόλου καὶ ἀπάτης καὶ καταγαγεῖν τοὺς φεύγοντας ἐπὶ τὰ σφέτερα ἐν τάχει.
そして、全員が彼らに与えられた訓令を知ることを求めたので、彼らは公の場で、使節たちに対し、可能ないかなる方法によっても、民衆と貴族との間に欺瞞や策略のない友好関係を樹立し、逃亡している人々を速やかに彼らの故郷へと帰還させるよう命じた。