Humanitext Reader

哈利卡纳苏斯的狄奥尼修斯 · 罗马古事记 §6.69.1-6.69.4

纳乌蒂乌斯表示服从与十人使节的任命

第 475 段,共 962 段 · 希腊语

内容简介

在阿庇乌斯发言之后,年轻的斯普里乌斯·纳乌蒂乌斯代表所有年轻人发言,为他们先前的立场进行申辩并表示服从长者。执政官随之选出十位显赫的长者作为使节,并在公民大会上公开指示他们以真诚无欺的方式重建平民与贵族的友好关系,召回流亡者。

§6.69.1ταῦτʼ εἰπὼν ἐπαύσατο.
说完这些,他便停了下来。
ἐπεὶ δʼ αἱ τῶν πρεσβυτέρων γνῶμαι τῇ Μενηνίου προσέθεντο, καὶ καθῆκεν ὁ λόγος ἐπὶ τοὺς νεωτέρους, ὀρθῆς οὔσης ἁπάσης τῆς βουλῆς ἀνίσταται Σπόριος Ναύτιος, οἰκίας ἐν τοῖς πάνυ λαμπροτάτης διάδοχος· ὁ γὰρ ἡγεμὼν αὐτῶν τοῦ γένους Ναύτιος ἀπὸ τῶν σὺν Αἰνείᾳ στειλάντων τὴν ἀποικίαν, ὃς ἦν Ἀθηνᾶς ἱερεὺς Πολιάδος καὶ τὸ ξόανον ἀπηνέγκατο τῆς θεᾶς μετανιστάμενος, ὃ διεφύλαττον ἄλλοι παρʼ ἄλλων μεταλαμβάνοντες οἱ τοῦ γένους ὄντες τοῦ Ναυτίων· ὃς ἐδόκει καὶ διὰ τὴν οἰκείαν ἀρετὴν λαμπρότατος εἶναι τῶν νέων, καὶ οὐκ εἰς μακρὰν τῆς ὑπατικῆς ἐξουσίας τεύξεσθαι.
当长者们的意见都赞同梅内尼乌斯的提议,而发言权轮到年轻一代时,在整个元老院肃立瞩目之中,出身极显赫世家的继承人斯普里乌斯·纳乌蒂乌斯站了起来;因为他们家族的始祖纳乌蒂乌斯曾是与埃涅阿斯一同迁徙建邦的人之一,他是雅典娜·波利亚斯的祭司,在搬迁时带走了女神的木雕神像,这一神像由纳乌蒂乌斯家族的人世袭相传、悉心保管;这位斯普里乌斯·纳乌蒂乌斯因其自身的才能也被视为年轻一代中最杰出的人物,且被认为不久后便能获得执政官的权力。
§6.69.2ἀρξάμενος δʼ ἀπολογεῖσθαι κοινὴν ἀπολογίαν ὑπὲρ ἁπάντων τῶν νέων, ὡς οὔτε φιλονεικίᾳ τῇ πρὸς τοὺς πατέρας οὔτε αὐθαδείᾳ χρησαμένων, ὅτε τὴν ἐναντίαν ἔσχον ἐν τῇ προτέρᾳ βουλῇ προαίρεσιν, ἀλλʼ εἴπερ ἄρα ἡμάρτανον διὰ τὴν ἡλικίαν γνώμῃ σφαλέντων, τελευτῶν ἔφη τὸ πιστὸν τούτου παρέξεσθαι τὴν μεταβολήν.
他开始为所有的年轻议员作共同的申辩,声称他们在先前的元老院会议中选择相反的立场,既非出于对父辈的意气之争,亦非出于傲慢,而即使他们真的犯了错,也是由于年轻而在判断上有所失误,最后他表示,他们态度的转变将为这一申辩提供真凭实据。
συγχωρεῖν γοῦν αὐτοῖς ὡς ἄμεινον φρονοῦσιν ἐπιψηφίζεσθαι πᾶν, ὅ τι ἂν ἡγῶνται τῷ κοινῷ συμφέρειν, ὡς οὐδὲν σφῶν γε πρὸς ταῦτʼ ἐναντιωσομένων, ἀλλὰ §6.69.3πεισομένων τοῖς πρεσβυτέροις.
总之,他们同意让长者们去表决他们认为对公共利益有益的一切,因为长者们的考虑更为周详,而年轻一代绝不会对此有任何反对,反而会服从长辈。
ὅμοια δὲ τούτῳ καὶ τῶν ἄλλων νέων ἀποφηναμένων ἐκτὸς ὀλίγων τινῶν πάνυ τῶν Ἀππίου συγγενῶν ἐπαινέσαντες τὴν εὐκοσμίαν αὐτῶν οἱ ὕπατοι καὶ παρακαλέσαντες εἰς πάντα τὰ κοινὰ τοιούτους ἑαυτοὺς παρέχειν πρεσβευτὰς εἵλοντο δέκα τοὺς ἐπιφανεστάτους τῶν πρεσβυτέρων, ἐκτὸς ἑνὸς ἅπαντας ὑπατικούς.
除了阿庇乌斯的极少数亲戚之外,其他年轻人都表达了与此相似的态度,执政官们赞扬了他们的知礼守序,并勉励他们在一切公共事务中都表现出这般姿态,随后选出了十位长者中最显赫的人担任使节,这些人除一人外全部担任过执政官。
οἱ δʼ ἀποδειχθέντες ἦσαν οἵδε· Ἀγρίππας Μενήνιος Γαΐου υἱὸς Λαινάτης, Μάνιος Οὐαλέριος Οὐολούσσου υἱὸς. . . Πόπλιος Σερουίλιος Ποπλίου υἱὸς. . . Πόπλιος Ποστούμιος Κοίντου υἱὸς Τούβερτος, Τῖτος Αἰβούτιος Τίτου υἱὸς Φλαούιος, Σέρβιος Σολπίκιος Ποπλίου υἱὸς Καμερῖνος, Αὖλος Ποστούμιος Ποπλίου υἱὸς Βάλβος, Αὖλος Οὐεργίνιος Αὔλου υἱὸς Καιλιμοντανός.
被任命的人如下:盖乌斯之子阿格里帕·梅内尼乌斯·拉埃纳特斯、沃尔苏斯之子马尼乌斯·瓦莱里乌斯……普布利乌斯之子普布利乌斯·塞尔维利乌斯…… 昆图斯之子普布利乌斯·波斯图米乌斯·图贝尔图斯、提图斯之子提图斯·埃布蒂乌斯·弗拉乌斯、普布利乌斯之子塞尔维乌斯·苏尔皮基乌斯·卡梅里努斯、普布利乌斯之子奥卢斯·波斯图米乌斯·巴尔布斯、奥卢斯之子奥卢斯·维尔吉尼乌斯·凯利蒙塔努斯。
§6.69.4μετὰ ταῦτα τῆς βουλῆς διαλυθείσης οἱ μὲν ὕπατοι προελθόντες εἰς ἐκκλησίαν τὸ δόγμα τῆς βουλῆς ἀνέγνωσαν καὶ τοὺς πρεσβευτὰς παρήγαγον· ἁπάντων δʼ ἀξιούντων τὰς ἐντολάς, ἃς ἔδωκαν αὐτοῖς, μαθεῖν, εἶπον ἐν τῷ φανερῷ, πράττειν, ὅτῳ ἂν τρόπῳ δύνωνται, φιλίαν τῷ δήμῳ συνθέσθαι πρὸς τοὺς πατρικίους ἄτερ δόλου καὶ ἀπάτης καὶ καταγαγεῖν τοὺς φεύγοντας ἐπὶ τὰ σφέτερα ἐν τάχει.
此后元老院散会,执政官们走向公民大会,宣读了元老院的决议并介绍了使节;由于所有人都要求知晓给予他们的指示,他们便公开宣布,要求使节们无论用何种可能的方法,都要在平民与贵族之间建立起毫无欺诈与诡计的友好关系,并迅速将流亡者们接回他们自己的家园。

词汇与语法注释

  1. 1196ὀρθῆς οὔσης ἁπάσης τῆς βουλῆς — 属格独立结构。形容词 ὀρθῆς(直立的、起立的)描绘了元老院全体成员因关注年轻议员的发言而“起立瞩目”的紧张与热烈气氛。
  2. 1196ὃς ἐδόκει — 关系代名词 ὃς 的先行词是句子的主语斯普里乌斯·纳乌蒂乌斯(Σπόριος Ναύτιος),而非前文长篇插叙中提到的家族始祖纳乌蒂乌斯。
  3. 1196ὡς οὔτε φιλονεικίᾳ... χρησαμένων... ἀλλʼ... σφαλέντων — 由连词 ὡς 引导的属格独立结构。分词 χρησαμένων 和 σφαλέντων 的逻辑主语是前文的 τῶν νέων(年轻议员们),主观地表达了年轻人的申辩内容。
  4. 1197τὸ πιστὸν τούτου παρέξεσθαι τὴν μεταβολήν — 在依附于 ἔφη 的对格与不定式结构中,对格的 τὴν μεταβολήν(态度的转变)是不定式 παρέξεσθαι 的逻辑主语,而 τὸ πιστὸν τούτου(这点的凭证)是其宾语。注意语顺倒装。
  5. 1197ὡς ἄμεινον φρονοῦσιν — 现在分词 φρονοῦσιν(与指代年长者们的与格代词 αὐτοῖς 一致)由 ὡς 引导,表示年轻人主观上的判断(“以长者们考虑得更为周详为由”)。
  6. 1198εἶπον ἐν τῷ φανερῷ, πράττειν — 动词 εἶπον 后接的不定式 πράττειν,在此语境下表示对使节们(πρεσβευτάς)的间接命令(“公开宣布命令他们去实行……”)。

引用这一段

哈利卡纳苏斯的狄奥尼修斯, 罗马古事记 §6.69.1-6.69.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.69.1-6.69.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。