§6.50.1ὧν ἑκάτερον ὅσης ἐστὶ μεστὸν εὐηθείας, ἐξ αὐτῶν ὑμᾶς ἀξιώσαιμʼ ἂν ἔγωγε τῶν ἔργων σκοπεῖν ἐνθυμηθέντας, ὅτι διαστασιασάντων πρὸς ὑμᾶς τῶν ταπεινοτέρων διὰ τοὺς οὔτε πολιτικῶς οὔτε μετρίως ταῖς ἀτυχίαις χρησαμένους, καὶ ὑπαναχωρησάντων μὲν ἐκ τῆς πόλεως, ἄλλο δὲ μηδὲν ὑμᾶς δεινὸν μήτε ἐργαζομένων μήτε διανοουμένων, ἀλλʼ ὡς διαλλαγήσονται χωρὶς αἰσχύνης σκοπούντων, ἀγαπητῶς δεξάμενοι τὸ συμβὰν ἀπὸ τῆς τύχης πολλοὶ τῶν οὐκ εὖ διανοουμένων πρὸς ὑμᾶς, ἀνεπτέρωνται ταῖς γνώμαις, καὶ τοῦτον οἴονται σφίσι παρεῖναι τὸν εὐκταῖον καιρόν, ἐν ᾧ
これら二つの想定のそれぞれがどれほどの愚かさに満ちているか、私としては、事実そのものから、次のことを念頭に置いて諸君が検討されるよう求めたいと思います。 すなわち、地位の低い人々(平民)が、彼らの不遇を市民らしくも穏健でもない方法で扱った者たちのせいで、諸君に対して反乱を起こし、彼らが市外へ撤退したものの、諸君に対して他に何一つ恐ろしいことを行いも企てもせず、ただ不名誉なしに和解する方法だけを模索しているのに対し、諸君に対して好意を抱いていない多くの者たちが、運命がもたらしたこの出来事を喜んで受け入れ、心を浮き立たせており、そして自分たちに次のような待ち望んでいた機会が到来したと考えているということです。
§6.50.2καταλύσουσιν ὑμῶν τὴν ἀρχήν.
すなわち、その機会において彼らが諸君の支配を覆すであろうということです。
Αἰκανοὶ μέν γε καὶ Οὐολοῦσκοι, Σαβῖνοί τε καὶ τὸ Ἑρνίκων ἔθνος, πρὸς τῷ μηδένα χρόνον ἐξαίρετον πεποιῆσθαι τοῦ πρὸς ἡμᾶς πολέμου, καὶ τοῖς ἔναγχος κακοῖς δυσανασχετοῦντες λῃστεύουσιν ἡμῶν τοὺς ἀγρούς.
現に、アイクィ人やウォルスキ人、サビニ人、そしてヘルニキ人の部族は、我々に対する戦争を一時も休まないことに加えて、最近の敗北に不満を募らせて我々の田野を略奪しています。
Καμπανίας δὲ καὶ Τυρρηνίας ὅσα ἐνδοιαστῶς ἡμῶν ἀφείμενα διατελεῖ, τὰ μὲν ἐκ τοῦ φανεροῦ ἀφίσταται, τὰ δʼ ἀφανῶς παρασκευάζεται.
カンパニアやエトルリアのうち、我々から離れて曖昧な態度をとり続けている地域は、あるものは公然と離反し、あるものは密かに準備を進めています。
δοκεῖ τʼ οὐδὲ τὸ Λατίνων συγγενὲς ἔτι βέβαιον ἡμῖν διαμένειν φίλιον εἰς πύστιν ἐλθόν, ἀλλὰ καὶ τούτου πολὺ μέρος διαγγέλλεται νοσεῖν ἔρωτι κρατούμενον, ἧς ἅπαντες γλίχονται, μεταβολῆς·
また、ラティウムの同族たちも、知らせが届くと、もはや我々に対して確実に友好であり続けるとは思われません。 むしろ、彼らの大部分も、誰もが切望するものである変革への渇望に支配されて、不穏な状態に陥っていると報じられています。
§6.50.3οἱ δὲ τέως ἐπιστρατοπεδεύοντες ἑτέροις, νῦν αὐτοὶ τειχήρεις μένοντες καθήμεθα, γῆν τʼ ἄσπορον ἀφεικότες καὶ αὐλὰς διαρπαζομένας ὁρῶντες λείαν τʼ ἀπελαυνομένην καὶ θεράποντας αὐτομολοῦντας καὶ οὐκ ἔχοντες, ὅ τι χρησόμεθα τοῖς κακοῖς.
かつては他者に対して攻め入っていた我々自身が、今や城壁に閉じこもって留まっており、土地を種を蒔かずに放置し、農地が略奪され、家畜が奪われ、奴隷が脱走するのを目にしながら、これらの災難にどう対処すべきかも分からずにいます。
καὶ ταῦτα πάσχοντες ἔτι διαλλαγήσεσθαι πρὸς ἡμᾶς ἐλπίζομεν τὸ δημοτικόν, ἐφʼ ἡμῖν ὑπάρχον εἰδότες ἑνὶ καταλύσασθαι ψηφίσματι τὴν στάσιν;
このような苦痛を被りながら、我々は平民が未だに我々と和解してくれると期待しているのでしょうか。 たった一つの決議によって、この内紛を終息させることが我々の手の中にあると知りながら?