§6.45.1ταῦτʼ εἰπὼν τὸ μὲν δημοτικὸν ἅπαν εἰς συμπάθειαν ὑπηγάγετο, καὶ προὔπεμψαν αὐτὸν ἐκ τῆς ἀγορᾶς ἀπιόντα· τὴν δὲ βουλὴν ἔτι χαλεπωτέραν αὐτῷ γενέσθαι παρεσκεύασεν.
说完这些话,他使所有的平民产生同情,他们在广场上送别了正要离去的他;但这也使得元老院对他变得更加严厉。
εὐθὺς δὲ μετὰ τοῦτο τάδε ἐγίνετο· οἱ μὲν πένητες οὐκέτι κρύφα οὐδὲ νύκτωρ ὡς πρότερον, ἀλλʼ ἀναφανδὸν ἤδη συνιόντες ἐβούλευον ἀπόστασιν ἐκ τῶν πατρικίων· ἡ δὲ βουλὴ κωλύειν διανοουμένη τοῖς ὑπάτοις ἐπέταξε μήπω λύειν τὰ στρατεύματα.
此后不久,发生了以下事情:贫民们不再像以前那样秘密地或在夜间,而是现在公开聚集,策划脱离贵族;元老院意图阻止此事,便命令执政官们先不要解散军队。
τῶν γὰρ τριῶν ταγμάτων ἑκάτερος ἔτι κύριος ἦν τοῖς στρατιωτικοῖς ὅρκοις κατειργομένων καὶ οὐδεὶς ἀπολείπεσθαι τῶν σημείων ἠξίου· τοσοῦτον ἴσχυσεν ὁ τῶν ὅρκων ἐν ἑκάστῳ φόβος.
因为两位执政官各自仍然掌控着受军事誓言约束的三支军团,没有人认为应当擅离军旗;誓言的恐惧在每个人心中起到了如此巨大的作用。
πρόφασις δὲ κατεσκευάσθη τῆς στρατείας, ὡς Αἰκανῶν καὶ Σαβίνων συνεληλυθότων εἰς ἓν ἐπὶ τῷ κατὰ Ῥωμαίων πολέμῳ.
并且他们编造了一个远征的借口,声称埃魁人和萨宾人已经联合起来对罗马人发动战争。
§6.45.2ὡς δὲ προῆλθον ἔξω τῆς πόλεως οἱ ὕπατοι τὰς δυνάμεις ἔχοντες καὶ τὰς παρεμβολὰς οὐ πρόσω ἀπʼ ἀλλήλων ἔθεντο, συνελθόντες οἱ στρατιῶται εἰς ἓν ἅπαντες, ὅπλων τε καὶ σημείων ὄντες κύριοι, Σικιννίου τινὸς Βελλούτου παροξύναντος αὐτοὺς ἀφίστανται τῶν ὑπάτων ἁρπάσαντες τὰ σημεῖα· τιμιώτατα γὰρ Ῥωμαίοις ταῦτʼ ἐπὶ στρατείας καὶ ὥσπερ ἱδρύματα θεῶν ἱερὰ νομίζονται· λοχαγούς τε ἑτέρους καὶ περὶ πάντων ἄρχοντα τὸν Σικίννιον ἀποδείξαντες, ὄρος τι καταλαμβάνονται πλησίον Ἀνίητος ποταμοῦ κείμενον, οὐ πρόσω τῆς Ῥώμης, ὃ νῦν ἐξ ἐκείνου Ἱερὸν ὄρος καλεῖται.
当执政官们率领军队走出城外,并在相距不远的地方安营扎寨时,士兵们全部聚集到了一起,控制着武器和军旗,在一位名叫西奇尼乌斯·贝鲁图斯的人的煽动下,他们夺取了军旗,背叛了执政官;因为对罗马人来说,军旗在远征中是最为神圣的,被视为神明圣像一般的存在;他们指定了其他的百人队长,并任命西奇尼乌斯为全体的统帅,占领了位于阿尼奥河附近、距离罗马不远的一座山,此山因那次事件如今被称为“圣山”。
§6.45.3τῶν δʼ ὑπάτων καὶ λοχαγῶν μετακαλούντων αὐτοὺς ἅμα δεήσει καὶ οἰμωγῇ καὶ πολλὰ ὑπισχνουμένων ἀπεκρίνατο ὁ Σικίννιος· τίνα γνώμην ἔχοντες, ὦ πατρίκιοι, οὓς ἀπηλάσατε ἐκ τῆς πατρίδος καὶ ἀντʼ ἐλευθέρων δούλους ἐποιήσατε, νῦν μετακαλεῖτε;
当执政官和百人队长们哀求着、哭诉着召回他们,并许下许多诺言时,西奇尼乌斯回答道:“贵族们啊,你们怀着怎样的意图,现在却来召回那些被你们驱逐出祖国、由自由人变为奴隶的人呢?
ποίᾳ δὲ πίστει τὰς ὑποσχέσεις ἡμῖν ἐμπεδώσετε, ἃς πολλάκις ἤδη ψευσάμενοι ἐλέγχεσθε;
你们已经多次被证实撒谎,又要凭什么保证来向我们履行承诺呢?
ἀλλʼ ἐπειδὴ μόνοι τὴν πόλιν ἀξιοῦτε κατέχειν, ἄπιτε μηδὲν ὑπὸ τῶν πενήτων καὶ ταπεινῶν ἐνοχλούμενοι· ἡμῖν δʼ ἀρκέσει πᾶσα γῆ, ἐν ᾗ ἂν τὸ ἐλεύθερον ἔχωμεν, ὁποία ποτʼ ἂν ᾖ, νομίζεσθαι πατρίς.
既然你们认为只有你们才配占有这座城市,那你们就去吧,再也不会受到贫民和卑微之人的打扰;而对我们来说,任何能让我们保有自由的土地,无论它是什么样子,都足以被视为我们的祖国。 ”