Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §6.29.1-6.29.5

セルウィリウスの出征とスエッサ攻略

435 / 962 箇所 · ギリシア語

要旨

執政官セルウィリウスは、出征する貧困層の財産や家族を保護する布告を出して民衆の熱意を引き出し、直ちに進軍してウォルスキ人を破った。さらに、敵の主要都市スエッサ・ポメティアを徹底的な包囲戦の末に攻略し、兵士たちに多大な略奪品を与えた。

§6.29.1ταῦτʼ εἰπὼν ἐκέλευσε τὸν κήρυκα ἀνειπεῖν, ὅσοι ἂν Ῥωμαίων ἐπὶ τὸν κατʼ αὐτῶν πόλεμον ἐκστρατεύσωσι, τὰς τούτων οἰκίας μηδένα ἐξεῖναι μήτε πωλεῖν μήτʼ ἐνεχυράζειν μήτε γένος αὐτῶν ἀπάγειν πρὸς μηδὲν συμβόλαιον μήτε κωλύειν τὸν βουλόμενον τῆς στρατείας κοινωνεῖν.
このように語ると、彼は布告人に次の通り布告するよう命じた。 ローマ人のうち、彼らに対する戦争に出征する者については、その家を売却することも、抵当に入れることも、またいかなる契約に対してもその家族を連れ去ることも、いかなる者にも許されず、また従軍を望む者を妨げることも許されない。
ὅσοι δʼ ἂν ἀπολειφθῶσι τῆς στρατείας, τὰς κατὰ τούτων πράξεις ὑπάρχειν τοῖς δανεισταῖς, ἐφʼ οἷς ἑκάστοις συνέβαλον.
しかし、従軍しなかった者たちについては、債権者たちに対して、各自が契約した条件に基づいて彼らに対する強制執行の権利が存在するものとする。
ὡς δὲ ταῦτʼ ἤκουσαν οἱ πένητες, αὐτίκα συνέγνωσάν τε καὶ πολλῇ προθυμίᾳ πάντες εἰς τὸν πόλεμον ὥρμηντο, οἱ μὲν ἐλπίσιν ὠφελειῶν ὑπαχθέντες, οἱ δὲ τοῦ στρατηλάτου χάριτι, οἱ δὲ πλεῖστοι τὸν Ἄππιον καὶ τοὺς ἐν τῇ πόλει κατὰ τῶν ὑπομεινάντων προπηλακισμοὺς φεύγοντες.
貧しい者たちはこれを聞くと、すぐに承諾し、全員が多大な熱意をもって戦争へと赴いた。 ある者は戦利品の分け前の希望に引きずられ、ある者は将軍への感謝から、そして大部分の者は、アッピウスと、市内に残った者たちに対する市内での侮辱を避けるためであった。
§6.29.2παραλαβὼν δʼ ὁ Σερουίλιος τὸ στράτευμα σὺν πολλῇ σπουδῇ ἐλαύνει διαλιπὼν οὐδένα χρόνον, ἵνα συμμίξῃ τοῖς πολεμίοις, πρὶν εἰς Ῥωμαίων χώραν αὐτοὺς εἰσβαλεῖν·
セルウィリウスは軍を引き継ぐと、多大な急ぎをもって、敵がローマの領土に侵入する前にこれと交戦するために、少しの時間も無駄にすることなく行軍した。
καὶ καταλαβὼν περὶ τὸ Πωμεντῖνον χωρίον ἐστρατοπεδευκότας καὶ τὴν Λατίνων χώραν προνομεύοντας, ὅτι παρακαλοῦσιν αὐτοῖς οὐ συνήραντο τοῦ πολέμου, περὶ δείλην ὀψίαν παρὰ λόφον τινὰ ὡς εἴκοσι στάδια τῆς στρατοπεδείας αὐτῶν ἀφεστῶτα τίθεται τὸν χάρακα·
そして、敵がポメティア地方の周辺に陣を敷き、ラティウム人の領地を略奪しているのを見つけると(ラティウム人が彼らの勧誘に応じず、戦争に協力しなかったためである)、夕方遅くに、敵の陣営から約20スタディオン離れたある丘の近くに陣地を築いた。
καὶ αὐτοῖς νυκτὸς ἐπιτίθενται Οὐολοῦσκοι ὀλίγους τε δόξαντες εἶναι καὶ ὡς ἐξ ὁδοῦ μακρᾶς κατακόπους προθυμίας τʼ ἐνδεῶς ἔχοντας διὰ τοὺς ἐκ τῶν πενήτων περὶ τὰ χρέα νεωτερισμοὺς ἐν ἀκμῇ μάλιστα δοκοῦντας εἶναι.
夜になると、ウォルスキ人が彼らに襲いかかった。 彼らはローマ軍の数が少なく、また長い行軍で疲弊しており、さらに、債務をめぐる貧困層の革命的な不穏な動きがまさに絶頂期にあると思われていたため、戦意を欠いていると考えたからである。
§6.29.3ὁ δὲ Σερουίλιος ἔτι νυκτὸς ἀπὸ τοῦ χάρακος ἀγωνισάμενος, ἐπεὶ δὲ φῶς τε ἤδη ἐγένετο καὶ τοὺς πολεμίους ἔμαθεν ἀτάκτως προνομεύοντας, ἀνοῖξαι κελεύσας πυλίδας ἐκ τοῦ χάρακος ἀδήλως συχνάς, ἀφʼ ἑνὸς παραγγέλματος ἐφῆκεν ἐπʼ αὐτοὺς τὸ στράτευμα.
しかしセルウィリウスは、まだ夜のうちから防塁から打って出て戦い、やがて夜が明けて敵が無秩序に略奪を行っているのを知ると、防塁から多くの小門をひそかに開けさせ、一斉の号令とともに軍を彼らに向けて突撃させた。
ἐξαπιναίου δὲ τοῦ δεινοῦ καὶ παρὰ δόξαν τοῖς Οὐολούσκοις προσπεσόντος ὀλίγοι μέν τινες ὑποστάντες πρὸς τῷ χάρακι μαχόμενοι κατεκόπησαν· οἱ δʼ ἄλλοι φεύγοντες προτροπάδην καὶ πολλοὺς τῶν σφετέρων ἀπολέσαντες τραυματίαι τε οἱ πλεῖστοι καὶ τὰ ὅπλα ἀπολωλεκότες εἰς τὸν χάρακα διεσώζοντο.
この突発的で、予期せぬ危機がウォルスキ人に降りかかったため、防塁の近くで踏みとどまって戦った少数の者は斬り倒されたが、他の者たちは命からがら逃亡し、味方の多くを失い、大半が負傷して武器を失いながら、自分たちの防塁へと逃げ込んだ。
§6.29.4ἑπομένων δʼ αὐτοῖς τῶν Ῥωμαίων ἐκ ποδὸς καὶ περισχόντων τὸ στρατόπεδον, βραχύν τινα χρόνον ἀμυνάμενοι παρέδοσαν τὸν χάρακα πολλῶν ἀνδραπόδων τε καὶ βοσκημάτων καὶ ὅπλων καὶ τῆς εἰς τὸν πόλεμον παρασκευῆς γέμοντα.
ローマ軍が彼らのすぐ後ろから追撃し、陣営を包囲したため、敵はわずかな時間抵抗しただけで、多くの奴隷や家畜、武器、そして軍需物資に満ちた防塁を明け渡した。
ἑάλω δὲ σώματα ἐλεύθερα συχνά, τὰ μὲν αὐτῶν Οὐολούσκων, τὰ δὲ τῶν αὐτοῖς συναγωνισαμένων ἐθνῶν, χρήματά τε καὶ ὅσα χρυσὸς καὶ ἄργυρος καὶ ἐσθὴς ὡσπερὰν πόλεως τῆς κρατίστης ἁλούσης πάνυ πολλά·
また、多くの自由市民が捕虜となったが、彼らの一部はウォルスキ人自身であり、他は彼らとともに戦った諸部族の者であった。 さらに、まるで最も強力な都市が占領されたかのように、多額の金銭や、非常に多くの金、銀、衣服が鹵獲された。
τοῖς στρατιώταις ταῦτʼ ἐφιεὶς ὁ Σερουίλιος ὡς ἕκαστος ὠφεληθείη καὶ μηδὲν εἰς τὸ δημόσιον ἀναφέρουσι διανείμασθαι κελεύσας καὶ τὸν χάρακα πυρὶ δούς, ἀναλαβὼν τὰς δυνάμεις ἦγεν ἐπὶ τὴν ἀγχοτάτω Σουέσσαν Πωμεντιανήν.
セルウィリウスは、兵士たちにこれらを与えて各自の利益とさせ、国庫には何一つ持ち帰らないようにさせた上で、兵士たちにそれらを分配するよう命じ、防塁に火を放つと、軍をまとめて最も近いスエッサ・ポメティアへと率した。
μεγέθει τε γὰρ περιβόλου καὶ πλήθεσιν οἰκητόρων, ἔτι δὲ δόξῃ καὶ πλούτῳ πολὺ τῶν ταύτῃ ὑπερέχειν ἐδόκει, καὶ ἦν ὥσπερ ἡγεμὼν τοῦ ἔθνους.
なぜなら、この都市は城壁の規模、住民の多さ、さらに名声と富において、この地域の他の都市をはるかに凌駕していると思われており、その部族の指導的立場にあったからである。
§6.29.5περιστρατοπεδεύσας δʼ αὐτὴν καὶ οὔθʼ ἡμέρας οὔτε νυκτὸς ἀνακαλῶν τὸν στρατόν, ἵνα μηδένα χρόνον οἱ πολέμιοι διαναπαύσαιντο μήθʼ ὕπνον αἱρούμενοι μήτε πολέμου παῦλαν δεχόμενοι, λιμῷ καὶ ἀμηχανίᾳ καὶ σπάνει συμμάχων παρατείνας εἷλεν αὐτοὺς ἐν οὐ πολλῷ χρόνῳ καὶ τοὺς ἐν ἥβῃ πάντας κατέσφαξεν.
彼はこの都市を包囲し、敵が一瞬たりとも休息をとることも、睡眠をとることも、戦闘の休止を得ることもないように、昼も夜も軍を休ませることなく攻撃し、飢えと困窮、同盟国の不足によって敵を疲弊させ、間もなくして彼らを攻略し、兵役年齢にある者をすべて虐殺した。
ἐπιτρέψας δὲ καὶ ὅσα ἦν ἐνταῦθα χρήματα τοῖς στρατιώταις φέρειν τε καὶ ἄγειν, ἐπὶ τὰς ἄλλας πόλεις ἀπῆγε τὴν δύναμιν οὐθενὸς οὐκέτι τῶν Οὐολούσκων ἀμύνειν τι δυναμένου.
そして、そこにあったすべての財産を兵士たちに略奪することを許した後、ウォルスキ人にはもはや防衛する力が全く残されていなかったため、軍を引き連れて他の都市へと向かった。

語釈・文法注

  1. 1106τὰς τούτων οἰκίας μηδένα ἐξεῖναι μήτε πωλεῖν — 非人称動詞 ἐξεῖναι(許される)の不定詞句における格関係。対格の μηδένα が不定詞の意味上の主語として機能しており、文頭に置かれた対格句 τὰς τούτων οἰκίας は後続する不定詞 πωλεῖν および ἐνεχυράζειν の目的語である。
  2. 1107ὅτι παρακαλοῦσιν αὐτοῖς οὐ συνήραντο τοῦ πολέμου — 現在分詞与格の παρακαλοῦσιν αὐτοῖς は名詞的に用いられており、「彼ら(ウォルスキ人)を勧誘した人々(ラティウム人)」を指す。動詞 συνήραντο(συναίρομαι の過去一過、〜に協力する)は、協力する対象を与格(αὐτοῖς)で、協力する行為・内容を属格(τοῦ πολέμου)で支配する。
  3. 1108ὡσπερὰν πόλεως τῆς κρατίστης ἁλούσης — 接続詞 ὡσπερὰν(ὥσπερ ἄν)が、属格独立格の absolute 構造である πόλεως ... ἁλούσης と組み合わさり、「あたかも最も強力な都市が占領されたかのように」という仮定の様態・比較の節を構成している。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §6.29.1-6.29.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.29.1-6.29.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。