§6.30.1ὡς δὲ τοῖς Ῥωμαίοις τεταπεινωμένα ἦν τὰ τῶν Οὐολούσκων πράγματα, προαγαγὼν τοὺς ὁμήρους αὐτῶν εἰς τὴν ἀγορὰν ὁ ἕτερος τῶν ὑπάτων Ἄππιος Κλαύδιος ἄνδρας τριακοσίους, ἵνα διʼ εὐλαβείας ἔχοιεν οἱ προσθέμενοι σφίσι πίστεις ὁμηρειῶν μὴ παρασπονδεῖν, μάστιξί τε ᾐκίσατο πάντων ὁρώντων καὶ τοὺς αὐχένας αὐτῶν ἐκέλευσεν ἀποκόψαι.
When the affairs of the Volscians had been humbled by the Romans, Appius Claudius, one of the two consuls, brought their hostages, three hundred men, into the forum, so that those who had joined them might be cautious not to violate their pledges of hostage-sharing, and scourged them in the sight of all and ordered their necks to be cut off.
§6.30.2ἀφικομένου τε ἀπὸ τῆς στρατείας οὐ πολλαῖς ὕστερον ἡμέραις τοῦ συνυπάτου καὶ τὸν εἰωθότα δίδοσθαι θρίαμβον ἀπὸ τῆς βουλῆς τοῖς ἀγῶνα λαμπρὸν ἀγωνισαμένοις στρατηγοῖς ἀξιοῦντος λαβεῖν, ἐμποδὼν ἐγένετο στασιαστὴν ἀποκαλῶν καὶ πολιτείας πονηρᾶς ἐραστήν, μάλιστα δʼ αὐτοῦ κατηγορῶν, ὅτι ἐκ τῶν τοῦ πολέμου λαφύρων οὐδεμίαν μοῖραν εἰς τὸ δημόσιον ἀνήνεγκεν, ἀλλʼ οἷς αὐτὸς ἐβούλετο κατεχαρίσατο· καὶ ἔπεισε τὴν βουλὴν μὴ δοῦναι τῷ ἀνδρὶ τὸν θρίαμβον.
And when, not many days later, his colleague returned from the campaign and demanded to receive from the Senate the triumph that was customarily given to generals who had fought a brilliant struggle, Appius stood in his way, calling him a demagogue and a lover of a corrupt constitution, and accusing him especially because he had brought no part of the spoils of the war into the public treasury, but had gratified those whom he himself pleased; and he persuaded the Senate not to grant the man his triumph.
ὁ δὲ Σερουίλιος ὑβρίσθαι δοκῶν ὑπὸ τοῦ συνεδρίου εἰς αὐθάδειαν οὐκ εἰωθυῖαν Ῥωμαίοις ἐτράπετο· καλέσας γὰρ εἰς ἐκκλησίαν τὸν δῆμον ἐν τῷ πρὸ τῆς πόλεως πεδίῳ καὶ διεξελθὼν τὰ πραχθέντα κατὰ τὸν πόλεμον καὶ τοῦ συνάρχοντος τὸν φθόνον καὶ τῆς βουλῆς τὸν προπηλακισμὸν διηγησάμενος, ἔφη παρὰ τῶν ἑαυτοῦ πράξεων καὶ τοῦ συναγωνισαμένου στρατεύματος ἔχειν τὴν τοῦ πομπεύειν ἐπὶ καλοῖς τε καὶ εὐτυχέσιν ἔργοις ἐξουσίαν.
But Servilius, thinking he had been insulted by the senate, turned to a boldness unusual for Romans; for having called the people to an assembly in the plain before the city, and having gone through the events of the war and related the envy of his colleague and the insult of the Senate, he said that from his own deeds and the army that had fought alongside him, he held the authority to march in triumph for noble and fortunate deeds.
§6.30.3ταῦτʼ εἰπὼν στεφανῶσαι τὰς ῥάβδους ἐκέλευσε καὶ αὐτὸς στεφανωσάμενος ἔχων τὴν θριαμβικὴν ἐσθῆτα προῆγεν εἰς τὴν πόλιν ὑπὸ τοῦ δήμου παντὸς προπεμπόμενος, ἕως εἰς τὸ Καπιτώλιον ἀνέβη καὶ τὰς εὐχὰς ἀπέδωκε καὶ τὰ σκῦλα ἀνέθηκεν.
Having said these things, he ordered the rods to be wreathed, and having wreathed himself and wearing the triumphal dress, he proceeded into the city, escorted by all the people, until he ascended the Capitol, paid his vows, and dedicated the spoils.
ἐκ δὲ τούτου φθόνον μὲν ἔτι μείζονα παρὰ τῶν πατρικίων ἐπεσπάσατο, οἰκεῖον δʼ ἑαυτῷ παρεσκευάσατο τὸ δημοτικόν.
From this he incurred even greater envy from the patricians, but made the plebeians his own.