§6.29.1ταῦτʼ εἰπὼν ἐκέλευσε τὸν κήρυκα ἀνειπεῖν, ὅσοι ἂν Ῥωμαίων ἐπὶ τὸν κατʼ αὐτῶν πόλεμον ἐκστρατεύσωσι, τὰς τούτων οἰκίας μηδένα ἐξεῖναι μήτε πωλεῖν μήτʼ ἐνεχυράζειν μήτε γένος αὐτῶν ἀπάγειν πρὸς μηδὲν συμβόλαιον μήτε κωλύειν τὸν βουλόμενον τῆς στρατείας κοινωνεῖν.
说完这些话后,他命令传令官宣布:凡是为了对付他们的战争而出征的罗马人,任何人都不得卖掉或抵押他们的房屋,也不得因任何契约而带走他们的子嗣,更不得阻碍任何自愿参军的人。
ὅσοι δʼ ἂν ἀπολειφθῶσι τῆς στρατείας, τὰς κατὰ τούτων πράξεις ὑπάρχειν τοῖς δανεισταῖς, ἐφʼ οἷς ἑκάστοις συνέβαλον.
但对于那些未参军的人,债权人则有权根据各自签署的契约条款,对他们进行强制执行。
ὡς δὲ ταῦτʼ ἤκουσαν οἱ πένητες, αὐτίκα συνέγνωσάν τε καὶ πολλῇ προθυμίᾳ πάντες εἰς τὸν πόλεμον ὥρμηντο, οἱ μὲν ἐλπίσιν ὠφελειῶν ὑπαχθέντες, οἱ δὲ τοῦ στρατηλάτου χάριτι, οἱ δὲ πλεῖστοι τὸν Ἄππιον καὶ τοὺς ἐν τῇ πόλει κατὰ τῶν ὑπομεινάντων προπηλακισμοὺς φεύγοντες.
穷人们一听到这些,立刻表示赞同,所有人都有着极大的热忱奔赴战场。 他们中有些人是被获得利益的希望所吸引,有些人是出于对将军的感激,而大多数人则是为了躲避阿庇乌斯以及城内对留守者的侮辱。
§6.29.2παραλαβὼν δʼ ὁ Σερουίλιος τὸ στράτευμα σὺν πολλῇ σπουδῇ ἐλαύνει διαλιπὼν οὐδένα χρόνον, ἵνα συμμίξῃ τοῖς πολεμίοις, πρὶν εἰς Ῥωμαίων χώραν αὐτοὺς εἰσβαλεῖν·
塞鲁维里乌斯接管军队后,以极快的速度急行军,不耽误任何时间,以便在敌人侵入罗马领土之前与之交战。
καὶ καταλαβὼν περὶ τὸ Πωμεντῖνον χωρίον ἐστρατοπεδευκότας καὶ τὴν Λατίνων χώραν προνομεύοντας, ὅτι παρακαλοῦσιν αὐτοῖς οὐ συνήραντο τοῦ πολέμου, περὶ δείλην ὀψίαν παρὰ λόφον τινὰ ὡς εἴκοσι στάδια τῆς στρατοπεδείας αὐτῶν ἀφεστῶτα τίθεται τὸν χάρακα·
在发现敌人正在波门蒂努斯地区附近扎营,并因拉丁人在受到邀请时未协助他们参战而正在劫掠拉丁人的领地后,他在傍晚时分,在距离敌人营地约二十斯塔迪翁的一座山丘旁设下了营垒。
καὶ αὐτοῖς νυκτὸς ἐπιτίθενται Οὐολοῦσκοι ὀλίγους τε δόξαντες εἶναι καὶ ὡς ἐξ ὁδοῦ μακρᾶς κατακόπους προθυμίας τʼ ἐνδεῶς ἔχοντας διὰ τοὺς ἐκ τῶν πενήτων περὶ τὰ χρέα νεωτερισμοὺς ἐν ἀκμῇ μάλιστα δοκοῦντας εἶναι.
夜间,沃尔斯奇人向他们发起进攻,因为他们以为罗马人人数较少,且因长途跋涉而疲惫不堪,又因穷人因债务问题而发起的革命性骚乱正处于顶峰,因而认为罗马人缺乏斗志。
§6.29.3ὁ δὲ Σερουίλιος ἔτι νυκτὸς ἀπὸ τοῦ χάρακος ἀγωνισάμενος, ἐπεὶ δὲ φῶς τε ἤδη ἐγένετο καὶ τοὺς πολεμίους ἔμαθεν ἀτάκτως προνομεύοντας, ἀνοῖξαι κελεύσας πυλίδας ἐκ τοῦ χάρακος ἀδήλως συχνάς, ἀφʼ ἑνὸς παραγγέλματος ἐφῆκεν ἐπʼ αὐτοὺς τὸ στράτευμα.
但塞鲁维里乌斯在夜间仍从营垒进行防御战斗。 等到天亮时,他得知敌人正在无秩序地进行劫掠,于是下令暗中打开营垒的多扇小门,并在统一的号令下让军队向他们发起冲锋。
ἐξαπιναίου δὲ τοῦ δεινοῦ καὶ παρὰ δόξαν τοῖς Οὐολούσκοις προσπεσόντος ὀλίγοι μέν τινες ὑποστάντες πρὸς τῷ χάρακι μαχόμενοι κατεκόπησαν· οἱ δʼ ἄλλοι φεύγοντες προτροπάδην καὶ πολλοὺς τῶν σφετέρων ἀπολέσαντες τραυματίαι τε οἱ πλεῖστοι καὶ τὰ ὅπλα ἀπολωλεκότες εἰς τὸν χάρακα διεσώζοντο.
由于危险突然且出乎意料地降临到沃尔斯奇人头上,少数人在营垒旁坚守并战斗,结果被斩杀;其他人则狼狈逃窜,失去了许多同伴,大部分人受伤并丢弃了武器,逃回了他们自己的营垒之中。
§6.29.4ἑπομένων δʼ αὐτοῖς τῶν Ῥωμαίων ἐκ ποδὸς καὶ περισχόντων τὸ στρατόπεδον, βραχύν τινα χρόνον ἀμυνάμενοι παρέδοσαν τὸν χάρακα πολλῶν ἀνδραπόδων τε καὶ βοσκημάτων καὶ ὅπλων καὶ τῆς εἰς τὸν πόλεμον παρασκευῆς γέμοντα.
由于罗马人紧随其后包围了他们的营地,敌人在抵抗了极短的时间后,便交出了装满许多奴隶、牲畜、武器和军需物资的营垒。
ἑάλω δὲ σώματα ἐλεύθερα συχνά, τὰ μὲν αὐτῶν Οὐολούσκων, τὰ δὲ τῶν αὐτοῖς συναγωνισαμένων ἐθνῶν, χρήματά τε καὶ ὅσα χρυσὸς καὶ ἄργυρος καὶ ἐσθὴς ὡσπερὰν πόλεως τῆς κρατίστης ἁλούσης πάνυ πολλά·
许多自由人被俘虏,他们中有些是沃尔斯奇人自己,有些是与他们一同作战的部族的成员。 此外,还缴获了大量的财物,以及极多的金、银和衣服,犹如一座最强大的城市被攻陷一般。
τοῖς στρατιώταις ταῦτʼ ἐφιεὶς ὁ Σερουίλιος ὡς ἕκαστος ὠφεληθείη καὶ μηδὲν εἰς τὸ δημόσιον ἀναφέρουσι διανείμασθαι κελεύσας καὶ τὸν χάρακα πυρὶ δούς, ἀναλαβὼν τὰς δυνάμεις ἦγεν ἐπὶ τὴν ἀγχοτάτω Σουέσσαν Πωμεντιανήν.
塞鲁维里乌斯将这些东西交给了士兵们,以便每个人都能受益,他命令他们自行分发,而无需向国库上缴任何东西。 在将营垒付之一炬后,他重新集结部队,率军前往最近的苏埃萨·波门蒂亚。
μεγέθει τε γὰρ περιβόλου καὶ πλήθεσιν οἰκητόρων, ἔτι δὲ δόξῃ καὶ πλούτῳ πολὺ τῶν ταύτῃ ὑπερέχειν ἐδόκει, καὶ ἦν ὥσπερ ἡγεμὼν τοῦ ἔθνους.
因为无论在城墙的规模、居民的数量,还是在名声和财富上,这座城市似乎都远超该地区的其他城市,并且是该部族的领袖城市。
§6.29.5περιστρατοπεδεύσας δʼ αὐτὴν καὶ οὔθʼ ἡμέρας οὔτε νυκτὸς ἀνακαλῶν τὸν στρατόν, ἵνα μηδένα χρόνον οἱ πολέμιοι διαναπαύσαιντο μήθʼ ὕπνον αἱρούμενοι μήτε πολέμου παῦλαν δεχόμενοι, λιμῷ καὶ ἀμηχανίᾳ καὶ σπάνει συμμάχων παρατείνας εἷλεν αὐτοὺς ἐν οὐ πολλῷ χρόνῳ καὶ τοὺς ἐν ἥβῃ πάντας κατέσφαξεν.
在包围了该城后,他白天黑夜都不撤回军队,使敌人无法得到片刻的喘息,既无法睡眠,也无法在战争中获得暂时的停歇。 在通过饥饿、困境以及盟友的匮乏使他们疲惫不堪之后,他在不久之后便攻陷了该城,并屠杀了所有成年男子。
ἐπιτρέψας δὲ καὶ ὅσα ἦν ἐνταῦθα χρήματα τοῖς στρατιώταις φέρειν τε καὶ ἄγειν, ἐπὶ τὰς ἄλλας πόλεις ἀπῆγε τὴν δύναμιν οὐθενὸς οὐκέτι τῶν Οὐολούσκων ἀμύνειν τι δυναμένου.
在允许士兵们掠夺那里的所有财物后,由于沃尔斯奇人已没有任何人能够进行防御,他便率军前往其他城市。