§6.25.1διατριβομένου δʼ εἰς ταῦτα πολλοῦ χρόνου ὁ ἕτερος τῶν ὑπάτων Σερουίλιος· ἦν γὰρ ἡ στρατεία κατὰ κλῆρον ἐκείνῳ προσήκουσα· πολλῇ δεήσει καὶ θεραπείᾳ παρασκευασάμενος τὸ δημοτικὸν συνάρασθαι τοῦ πολέμου, δύναμιν ἔχων οὐκ ἐκ καταλόγου προσηναγκασμένην, ἀλλʼ ἑκούσιον, ὡς οἱ καιροὶ παρεκάλουν, ἐξῆλθεν ἐπὶ τὸν πόλεμον ἔτι τῶν Οὐολούσκων παρασκευαζομένων καὶ Ῥωμαίους μὲν οὔτε προσδεχομένων μετὰ δυνάμεως ἥξειν ἐπὶ σφᾶς, οὕτω στασιαστικῶς πολιτευομένους καὶ ἐχθρῶς ἔχοντας πρὸς ἀλλήλους, οὔτʼ εἰς χεῖρας ἥξειν τοῖς ἐπιοῦσιν οἰομένων·
これらのことに多くの時間が費やされている間に、他方の執政官セルウィリウスは――遠征はくじ引きによって彼に割り当てられていたからであるが――多くの懇願と手厚い機嫌取りによって平民に戦争への協力を促し、徴募名簿による強制ではなく志願による軍勢を率いて、時宜が促すままに戦争へと出征した。 このときウォルスキ人はまだ準備中であり、ローマ人がこのように内紛状態にあって互いに敵対し合っているために、軍勢を率いて自分たちに向かって進軍してくるとは予想しておらず、攻め寄せる者たちと交戦することにもならないと考えていた。
σφίσι δὲ πολλὴν ἐξουσίαν ὑπάρχειν ὁπότε βούλοιντο τοῦ §6.25.2πολέμου ἄρχειν.
また彼らには、望むときにいつでも戦争を開始する十分な余裕があると考えていた。
ἐπειδὴ δʼ ᾔσθοντο πολεμεῖν δέον αὐτοὶ πολεμούμενοι, τότε δὴ καταπεπληγότες τὸ τῶν Ῥωμαίων τάχος, ἱκετηρίας ἀναλαβόντες ἐκ τῶν πόλεων οἱ γεραίτατοι προῄεσαν ἐπιτρέποντες τῷ Σερουϊλίῳ χρῆσθαι σφίσιν ὡς ἡμαρτηκόσιν ὅ τι βούλοιτο.
しかし、自らが攻撃されることによって戦わねばならないと気づいたとき、まさにそのとき、ローマ人の素早さに肝を潰し、懇願の枝を手にして、諸都市から長老たちが進み出た。 そして、セルウィリウスに、過ちを犯した者たちとして、自分たちを望むように扱うことを委ねた。
ὁ δὲ τροφὰς τῷ στρατεύματι παρʼ αὐτῶν λαβὼν ἐσθῆτάς τε καὶ τριακοσίους υἱοὺς εἰς ὁμηρείαν ἐκ τῶν ἐπιφανεστάτων οἴκων ἐπιλεξάμενος ᾤχετο, λελύσθαι τὸν πόλεμον ὑπολαβών.
一方、彼は彼らから軍隊のための食料と衣服を受け取り、また最も高名な家柄から人質として300人の息子たちを選び出した上で、戦争は解決したと考えて立ち去った。
§6.25.3ἦν δʼ ἄρα τοῦτʼ οὐ λύσις, ἀναβολὴ δέ τις καὶ παρασκευῆς ἀφορμὴ τοῖς φθασθεῖσι τῷ παρʼ ἐλπίδα τῆς ἐφόδου, ἀπελθόντος τε τοῦ τῶν Ῥωμαίων στρατεύματος ἐξήπτοντο πάλιν οἱ Οὐολοῦσκοι τοῦ πολέμου τάς τε πόλεις φραξάμενοι, καὶ εἴ τι ἄλλο χωρίον ἐπιτήδειον ἦν ἀσφάλειαν σφίσι παρασχεῖν διὰ φυλακῆς κρείττονος ἔχοντες·
しかし実際には、これは解決ではなく、予想外の来襲によって不意を突かれた者たちにとっての一時的な猶予であり、準備のための足がかりにすぎなかった。 ローマの軍勢が去ると、ウォルスキ人は再び戦争の火蓋を切り、諸都市を要塞化し、また強固な守備によって安全を提供できる他の場所があれば、そこを保持した。
συνήπτοντο δʼ αὐτοῖς τοῦ κινδύνου φανερῶς μὲν Ἕρνικες καὶ Σαβῖνοι, κρύφα δὲ καὶ ἄλλων συχνοί.
そして、ヘルニキ人とサビニ人が公然と、また他の多くの者たちも密かに、彼らと危険を共にした。
Λατῖνοι δὲ πρεσβείας πρὸς αὐτοὺς ἐπὶ συμμαχίας αἴτησιν ἀφικομένης δήσαντες τοὺς ἄνδρας εἰς Ῥώμην ἤγαγον.
一方ラティウム人は、同盟の要求のために自分たちのもとに赴いてきた使節団を縛り上げ、その男たちをローマへと連行した。
§6.25.4οἷς ἡ βουλὴ τῆς βεβαίου πίστεως χάριν ἀποδιδοῦσα καὶ ἔτι μᾶλλον τῆς εἰς τὸν ἀγῶνα προθυμίας·
元老院は彼らに、その確固たる忠誠に対する感謝を示し、また戦いに対する彼らの熱意に対してはさらに大きな感謝を示した。
ἕτοιμοι γὰρ ἦσαν ἑκούσιοι συμπολεμεῖν·
実際、彼らは自発的に共に戦う用意があったのである。
ὃ μάλιστα μὲν βούλεσθαι αὐτοὺς ᾤετο, διʼ αἰσχύνης δʼ ἔχειν αἰτήσασθαι, τοῦτʼ αὐτοῖς ἐχαρίσατο, τοὺς ἐν τοῖς πολέμοις ἁλόντας αὐτῶν ἑξακισχιλίων ὀλίγον ἀποδέοντας προῖκα δωρησαμένη καὶ ὡς ἂν μάλιστα κόσμον ἡ δωρεὰ προσήκοντα τῇ συγγενείᾳ λάβοι πάντας αὐτοὺς ἐσθῆσιν ἀμφιέσασα ἐλευθέροις σώμασι πρεπούσαις.
そして、彼らが最も望みながらも、求めるのを恥ずかしく思っていると推測したことを彼らに与えた。 すなわち、それまでの戦争で捕虜となっていた彼らの同胞、6000人にわずかに満たない人々を無償で返還し、さらに、この贈り物が両者の血縁関係にふさわしい最大の気品を帯びるようにと、彼ら全員に自由の身の者にふさわしい衣服を着せたのである。
τῆς δὲ συμμαχίας οὐδὲν αὑτῇ ἔφη δεῖν τῆς Λατίνων ἱκανὰς λέγουσα εἶναι τὰς οἰκείας τῇ Ῥώμῃ δυνάμεις ἀμύνασθαι τοὺς ἀφισταμένους.
しかし、ラティウム人の軍事同盟については、ローマ自身の兵力だけで反乱者たちを撃退するのに十分であると言って、自分たちには全く必要ないと述べた。
ταῦτʼ ἐκείνοις ἀποκριναμένη ψηφίζεται τὸν κατʼ Οὐολούσκων πόλεμον.
彼らにこのように回答した上で、ウォルスキ人に対する戦争を可決した。