Humanitext Reader

ハリカルナッソスのディオニュシオス · ローマ古代誌 §6.2.1-6.2.3

ポストゥムスの独裁官就任と対ラティウム戦備

408 / 962 箇所 · ギリシア語

要旨

アウルス・ポストゥムスとティトゥス・ウェルギニウスが執政官になり、ラティウムとの戦争準備が進む中、多くの不満を持つラティウム人がローマに亡命する。ローマ側では強大な権限を持つディクタトルとしてポストゥムスが指名され、軍を4分割して防衛と進軍の体制を整える。

§6.2.1μετὰ δὲ τούτους παραλαμβάνουσι τὴν ἀρχὴν Αὖλος Ποστόμιος καὶ Τῖτος Οὐεργίνιος, ἐφʼ ὧν αἱ μὲν ἐνιαύσιοι ἀνοχαὶ πρὸς Λατίνους διελέλυντο, παρασκευαὶ δὲ πρὸς τὸν πόλεμον ὑφʼ ἑκατέρων ἐγίνοντο μεγάλαι.
続く時期にアウルス・ポストゥムスとティトゥス・ウェルギニウスが執政官職を引き継いだが、彼らの任期中にラティウム人との一年間の休戦は満了しており、双方によって戦争への大規模な準備が行われていた。
ἦν δὲ τὸ μὲν Ῥωμαίων πλῆθος ἅπαν ἑκούσιον καὶ σὺν πολλῇ προθυμίᾳ χωροῦν ἐπὶ τὸν ἀγῶνα· τοῦ δὲ Λατίνων τὸ πλέον ἀπρόθυμον καὶ ὑπʼ ἀνάγκης κατειργόμενον, τῶν μὲν δυναστευόντων ἐν ταῖς πόλεσιν ὀλίγου δεῖν πάντων δωρεαῖς τε καὶ ὑποσχέσεσιν ὑπὸ Ταρκυνίου τε καὶ Μαμιλίου διεφθαρμένων, τῶν δὲ δημοτικῶν, ὅσοις οὐκ ἦν βουλομένοις ὁ πόλεμος, ἀπελαυνομένων ἀπὸ τῆς περὶ τῶν κοινῶν φροντίδος·
ローマ人の群衆は全員が自発的であり、多大な熱意を以て戦いへと進んでいったが、ラティウム人の大部分は不本意であり、強制によって従わされていた。 というのも、諸都市で支配権を握っている者たちのほぼ全員が、タルクィニウスとマミリウスによって贈り物や約束によって買収されていたからであり、他方、平民たちのうち戦争を望まないすべての人々が、共通の事柄に関する配慮から締め出されていたからである。
§6.2.2οὐδὲ γὰρ λόγος ἔτι τοῖς βουλομένοις ἀπεδίδοτο.
というのも、発言を望む者たちにはもはや発言の機会が与えられなかったからである。
ἠναγκάζοντο δὴ χαλεπαίνοντες ἐπὶ τούτῳ συχνοὶ καταλιπεῖν τὰς πόλεις καὶ πρὸς τοὺς Ῥωμαίους αὐτομολεῖν·
それゆえ、多くの者がこのことに腹を立て、都市を離れてローマ人へと亡命することを余儀なくされた。
κωλύειν γὰρ οὐκ ἠξίουν οἱ διʼ ἑαυτῶν πεποιημένοι τὰς πόλεις, ἀλλὰ πολλὴν τοῖς διαφόροις, τῆς ἑκουσίου φυγῆς χάριν ᾔδεσαν.
なぜなら、諸都市を意のままにしていた者たちは、彼らを阻止しようとはせず、むしろ反対派に対して、自発的に去ってくれたことに深く感謝したからである。
ὑποδεχόμενοι δʼ αὐτοὺς οἱ Ῥωμαῖοι τοὺς μὲν ἅμα γυναιξὶ καὶ τέκνοις ἀφικνουμένους εἰς τὰς ἐντὸς τείχους κατέταττον στρατιὰς τοῖς πολιτικοῖς ἐγκαταμιγνύντες λόχοις, τοὺς δὲ λοιποὺς εἰς τὰ περὶ τὴν πόλιν ἀποστέλλοντες φρούρια καὶ ταῖς ἀποικίαις ἀπομερίζοντες, ἵνα μή τι νεωτερίσειαν, εἶχον ἐν φυλακῇ.
ローマ人たちは彼らを迎え入れるにあたり、妻や子供を伴って到着した者たちを、城壁内部の軍勢に配属して市民の部隊に混在させたが、残りの者たちは、都市の周囲の砦へと送り、植民市へと分散させて、何か不穏な動きを起こさないように監視下に置いた。
§6.2.3ἁπάντων δὲ τὴν αὐτὴν γνώμην λαβόντων, ὅτι μιᾶς δεῖ πάλιν τοῖς πράγμασιν ἐφειμένης ἅπαντα διοικεῖν κατὰ τὸν αὑτῆς λογισμὸν ἀνυπευθύνου ἀρχῆς, δικτάτωρ ἀποδείκνυται τῶν ὑπάτων ὁ νεώτερος Αὖλος Ποστόμιος ὑπὸ τοῦ συνάρχοντος Οὐεργινίου·
そして、すべての者が同じ意見、すなわち、諸般の事態には、自身の判断に従ってすべてを管理する、責任を問われない単一の支配権が再び必要であるという意見を持つに至ったので、執政官のうち若い方のアウルス・ポストゥムスが、同僚のウェルギニウスによってディクタトルに指名された。
ἱππάρχην δʼ αὐτὸς ἑαυτῷ προσείλετο κατὰ τὸν αὐτὸν τρόπον τῷ προτέρῳ δικτάτορι Τῖτον Αἰβούτιον Ἔλβαν·
彼は、先のディクタトルと同じ方法で、自らティトゥス・アエブティウス・エルヴァを騎兵長官に選んだ。
καὶ καταγράψας ἐν ὀλίγῳ χρόνῳ τοὺς ἐν ἥβῃ Ῥωμαίους ἅπαντας καὶ διελὼν εἰς τέτταρα μέρη τὴν δύναμιν, μιᾶς μὲν αὐτὸς ἡγεῖτο μοίρας, ἑτέρας δὲ τὸν συνύπατον Οὐεργίνιον ἔταξεν ἄρχειν, τῆς δὲ τρίτης Αἰβούτιον τὸν ἱππάρχην, ἐπὶ δὲ τῆς τετάρτης κατέλιπεν ἔπαρχον Αὖλον Σεμπρώνιον, ᾧ τὴν πόλιν φυλάττειν ἐπέτρεψεν.
そして短期間のうちに、兵役に適した年齢のローマ人全員を動員し、その兵力を4つの部分に分割し、自らそのうちの1つの分隊を率い、別の分隊を同僚の執政官ウェルギニウスに指揮させ、第3の分隊を騎兵長官アエブティウスに指揮させ、第4の分隊にはアウルス・センプロニウスを守備隊長として残し、彼に都市の防衛を委ねた。

語釈・文法注

  1. 6.2.1ὅσοις οὐκ ἦν βουλομένοις — 与格の代名詞 `ὅσοις`、分詞 `βουλομένοις`(「望んでいる」)、コピュラ動詞 `ἦν`、および主語 `ὁ πόλεμος` による慣用表現。これは「〜にとって戦争が望ましいものであったすべての人々」という意味になり、全体として「戦争を望まない平民たち」を指す。
  2. 6.2.2οἱ διʼ ἑαυτῶν πεποιημένοι — 前置詞句 `διʼ ἑαυτῶν`(「自分たちを通じて、自分たちの思い通りに」)を伴う、動詞 `ποιέω` の中動態完了分詞。ここでは「都市を自分たちの絶対的な支配下に置いていた者たち(支配者たち)」を意味する慣用表現。
  3. 6.2.3μιᾶς... ἀρχῆς — 非人称動詞 `δεῖ`(「〜が必要である」)の補語として属格(`μιᾶς ... ἀρχῆς`)が使われている。間にある `ἐφειμένης` は `ἐφίημι` の受動態完了分詞(「委ねられた」)で、`ἀρχῆς` を修飾している。

この箇所を引用する

ハリカルナッソスのディオニュシオス, ローマ古代誌 §6.2.1-6.2.3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0081.tlg001.humanitext-grc2:6.2.1-6.2.3

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。